previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[64] οὐχ ἱκανὸν εἶναί φησι τὸ πάντα ἰδεῖν καὶ [p. 376] διεξελθεῖν δι᾽ αὐτῶν, ὡς ἔχειν ἤδη ἑλέσθαι τὸ βέλτιστον, ἀλλ᾽ ἔτι τοῦ μεγίστου ἐνδεῖν.

Ἑρμότιμος
τίνος τούτου;

Λυκῖνος
κριτικῆς τινος, θαυμάσιε, καὶ ἐξεταστικῆς παρασκευῆς καὶ νοῦ ὀξέος καὶ διανοίας ἀκριβοῦς καὶ ἀδεκάστου, οἵαν χρὴ εἶναι τὴν περὶ τῶν τηλικούτων δικάσουσαν, μάτην ἂν ἅπαντα ἑωραμένα εἴη. ἀποδοτέον οὖν φησι καὶ τῷ τοιούτῳ χρόνον οὐκ ὀλίγον καὶ προθέμενον ἅπαντα εἰς μέσον αἱρεῖσθαι διαμέλλοντα καὶ βραδύνοντα καὶ πολλάκις ἐπισκοποῦντα, μήτε ἡλικίαν τοῦ λέγοντος ἑκάστου μήτε σχῆμα δόξαν ἐπὶ σοφίᾳ αἰδούμενον, ἀλλὰ κατὰ τοὺς Ἀρεοπαγίτας αὐτὸ ποιοῦντα, οἳ ἐν νυκτὶ καὶ σκότῳ δικάζουσιν, ὡς μὴ ἐς τοὺς λέγοντας, ἀλλ᾽ ἐς τὰ λεγόμενα ἀποβλέποιεν: καὶ τότ᾽ ἤδη ἐξέσται σοι βεβαίως ἑλομένῳ φιλοσοφεῖν.

Ἑρμότιμος
μετὰ τὸν βίον φής: ἐκ γὰρ τούτων οὐδενὸς ἀνθρώπων βίος ἐξαρκέσειεν ἂν ὡς ἐπὶ πάντα ἐλθεῖν καὶ ἕκαστον ἀκριβῶς ἐπιδεῖν καὶ ἐπιδόντα κρῖναι καὶ κρίναντα ἑλέσθαι καὶ ἑλόμενον φιλοσοφῆσαι, μόνως γὰρ δὴ οὕτως εὑρεθῆναι φὴς τἀληθές, ἄλλως δὲ οὔ.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: