previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[74] δέ φημι, σαφέστερον ἂν μάθοις, ἤν τι τοιοῦτον ὅμοιον παραθεωρήσῃς αὐτῷ: λέγοντος γάρ τινος τῶν μεγαλοτόλμων τούτων ποιητῶν, ὡς γένοιτό ποτε τρικέφαλος καὶ ἑξάχειρ ἄνθρωπος, ἂν τὸ πρῶτον ταῦτα ἀπραγμόνως ἀποδέξῃ μὴ ἐξετάσας εἰ δυνατόν, ἀλλὰ πιστεύσας, εὐθὺς ἀκολούθως ἂν ἐπάγοι καὶ τὰ λοιπά, ὡς καὶ ὀφθαλμοὺς αὐτὸς εἶχεν ἓξ καὶ ὦτα ἓξ καὶ φωνὰς τρεῖς ἅμα ἠφίει καὶ ἤσθιε διὰ τριῶν στομάτων καὶ δακτύλους τριάκοντα εἶχεν, οὐχ ὥσπερ ἕκαστος ἡμῶν δέκα ἐν ἀμφοτέραις ἑκάστη πέλτην γέρρον ἀσπίδα εἶχον, αἱ τρεῖς δὲ μὲν πέλεκυν κατέφερεν, δὲ λόγχην ἠφίει, δὲ τῷ ξίφει ἐχρῆτο. καὶ τίς ἔτι ἂν ἀπιστήσειε ταῦτα λέγοντι αὐτῷ; ἀκόλουθα γὰρ τῇ ἀρχῇ, περὶ ᾗς ἐχρῆν εὐθὺς σκοπεῖν εἴπερ δεκτέα καὶ εἰ συγχωρητέα οὕτως ἔχειν. ἢν δὲ ἅπαξ ἐκεῖνα δῷς, ἐπιρρεῖ τὰ λοιπὰ καὶ οὔποτε στήσεται καὶ τὸ ἀπιστεῖν αὐτοῖς οὐκέτι ῥᾴδιον, ἐπείπερ ἀκόλουθα καὶ ὅμοιά ἐστι τῇ συγχωρηθείσῃ ἀρχῇ, ἅπερ καὶ ὑμεῖς πάσχετε: ὑπὸ γὰρ δὴ ἔρωτος καὶ προθυμίας οὐκ ἐξετάσαντες τὰ κατὰ τὴν εἴσοδον ἑκάστην ὅπως ὑμῖν ἔχει, προχωρεῖτε ὑπὸ τῆς ἀκολουθίας ἑλκόμενοι, οὐκ ἐννοοῦντες εἴ πῃ γένοιτ᾽ ἂν ἀκόλουθόν τι αὐτῷ καὶ ψεῦδος ὄν, οἷον, εἴ τις λέγοι τὰ δὶς πέντε ἑπτὰ εἶναι καὶ σὺ πιστεύσειας αὐτῷ μὴ ἀριθμήσας ἐπὶ σαυτοῦ, ἐπάξει δηλαδὴ ὅτι καὶ [p. 384] τετράκις πέντε τετταρεσκαίδεκα πάντως ἐστὶ καὶ μεχρι ἂν ὅτου ἐθελήσῃ, οἷα καὶ θαυμαστὴ γεωμετρία ποιεῖ: κἀκείνη γὰρ τοὺς ἐν ἀρχῇ ἀλλόκοτά τινα αἰτήματα αἰτή: σασα καὶ συγχωρηθῆναι αὐτῇ ἀξιώσασα οὐδὲ συστῆναι δυνάμενα, σημεῖά τινα ἀμερῆ καὶ γραμμὰς ἀπλατεῖς καὶ τὰ τοιαῦτα, ἐπὶ σαθροῖς τοῖς θεμελίοις τούτοις οἰκοδομεῖ τὰ τοιαῦτα καὶ ἀξιοῖ εἰς ἀπόδειξιν ἀληθῆ λέγειν ἀπὸ ψευδοῦς τῆς ἀρχῆς ὁρμωμένη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: