previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[35] ἀλλ᾽ ἐγὼ μέν φημι δεῖν ὑμᾶς τὸ πεζὸν
ἀπιέναι τὴν ἐπὶ Κτησιφῶντος, ἡμᾶς δὲ τὸ ἱππικὸν αὐτοῦ
μένειν τὴν Βαβυλῶνα διαφυλάξοντας.

Σάμιππος

Ἀποδειλιᾷς καὶ σύ, Ἀδείμαντε, πλησίον
τοῦ κινδύνου γενόμενος; σοὶ δὲ τί δοκεῖ, Τιμόλαε;

Τιμόλαος

ἁπάσῃ τῇ στρατιᾷ βαδίζειν ἐπὶ τοὺς πολεμίους,
μηδὲ περιμένειν ἔστ᾽ ἂν ἄμεινον παρασκευάσωνται
πανταχόθεν τῶν συμμάχων προσγενομένων, ἀλλ᾽ ἕως
ἔτι καθ᾽ ὁδόν εἰσιν οἱ πολέμιοι, ἐπιχειρῶμεν αὐτοῖς.

Σάμιππος

εὖ λέγεις. σὺ δὲ τί, Λυκῖνε, δοκιμάζεις;

Λυκῖνος

ἐγώ σοι φράσω: ἐπειδὴ κεκμήκαμεν συντόνως
ὁδεύοντες, ὁπότε κατῄειμεν ἕωθεν ἐς τὸν Πειραιᾶ,
καὶ νῦν ἤδη τριάκοντά που σταδίους προκεχωρήκαμεν
καὶ ἥλιος πολύς, κατὰ μεσημβρίαν γὰρ ἤδη μάλιστα,
ἐνταῦθά που ἐπὶ τὰς ἐλαίας ἐπὶ τῆς ἀνατετραμμένης στήλης
καθίσαντας ἀναπαύσασθαι, εἶτα οὕτως ἀναστάντας
ἀνύειν τὸ λοιπὸν ἐς τὸ ἄστυ.

Σάμιππος

ἔτι γὰρ Ἀθήνησιν, μακάριε, εἶναι δοκεῖς,
ὃς ἀμφὶ Βαβυλῶνα ἐν τῷ πεδίῳ πρὸ τῶν τειχῶν ἐν τοσούτοις
στρατιώταις κάθησαι περὶ τοῦ πολέμου διασκοπούμενος; [p. 229]

Λυκῖνος

εὖ γε ὑπέμνησας. ἐγὼ δὲ νήφειν ᾤμην καὶ
οὐ παραποφανεῖσθαι τὴν γνώμην.

Σάμιππος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: