previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45] τί ἂν αἰτιάσαιο, Λυκῖνε, τῆς εὐχῆς;

Λυκῖνος

οὐδέν, Τιμόλαε: οὐδὲ γὰρ ἀσφαλὲς ἐναντιοῦσθαι
ἀνδρὶ πτηνῷ καὶ ὑπὲρ μυρίους τὴν ἰσχύν, πλὴν
ἀλλὰ ἐκεῖνο ἐρήσομαί σε, εἴ τινα ἄλλον εἶδες ἐν τοσούτοις
ἔθνεσιν, ὅσα ὑπερέπτης, γέροντα ἤδη ἄνδρα οὕτω
παρακεκινηκότα τὴν γνώμην, ἐπὶ δακτυλίου μικροῦ ὀχούμενον,
ὄρη ὅλα κινεῖν ἄκρῳ τῷ δακτύλῳ δυνάμενον, ἐπέραστον
πᾶσι, καὶ ταῦτα φαλακρὸν ὄντα καὶ τὴν ῥῖνα σιμόν;
ἀτὰρ εἰπέ μοι καὶ τόδε, τί δή ποτε οὐχ εἷς δακτύλιος
ἅπαντα ταῦτα δύναταί σοι, ἀλλὰ τοσούτους περιημμένος
βαδιῇ τὴν ἀριστερὰν πεφορτισμένος κατὰ δάκτυλον ἕνα;
μᾶλλον δὲ ὑπερπαίει ἀριθμός, καὶ δεήσει καὶ τὴν δεξιὰν
συνεπιλαβεῖν. καίτοι ἑνὸς τοῦ ἀναγκαιοτάτου προσδεῖ,
ὃς περιθέμενόν σε παύσει μωραίνοντα τὴν πολλὴν ταύτην
κόρυζαν ἀποξύσας. τοῦτο μὲν καὶ ἐλλέβορος ἱκανὸς
ποιῆσαι ζωρότερος ποθείς; [p. 234]

Τιμόλαος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: