[2]
οὐκ ἔπιες, ὦ Πρωτεσίλαε, τὸ Λήθης ὕδωρ;
Πρωτεσίλεως
καὶ μάλα, ὦ δέσποτα: τὸ δὲ πρᾶγμα ὑπέρογκον ἦν.
Πλούτων
οὐκοῦν περίμεινον: ἀφίξεται γὰρ κἀκείνη
ποτὲ καὶ οὐδὲ σὲ ἀνελθεῖν δεήσει.
Πρωτεσίλεως
ἀλλ᾽ οὐ φέρω τὴν διατριβήν, ὦ Πλούτων:
ἠράσθης δὲ καὶ αὐτὸς ἤδη καὶ οἶσθα οἷον τὸ ἐρᾶν ἐστιν.
Πλούτων
εἶτα τί σε ὀνήσει μίαν ἡμέραν ἀναβιῶναι
μετ᾽ ὀλίγον τὰ αὐτὰ ὀδυρόμενον;
Πρωτεσίλεως
οἶμαι πείσειν κἀκείνην ἀκολουθεῖν παρ᾽
ὑμᾶς, ὥστε ἀνθ᾽ ἑνὸς δύο νεκροὺς λήψει μετ᾽ ὀλίγον.
Πλούτων
οὐ θέμις γενέσθαι ταῦτα οὐδὲ γέγονε πώποτε.
Πρωτεσίλεως
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.