[2]
θάρρει, μῆτερ, ἐπεὶ καὶ τοῖς λέουσιν αὐτοῖς
ἤδη ξυνήθης εἰμί, καὶ πολλάκις ἐπαναβὰς ἐπὶ τὰ
νῶτα καὶ τῆς κόμης λαβόμενος ἡνιοχῶ αὐτούς, οἱ δὲ σαίνουσί
με καὶ τὴν χεῖρα δεχόμενοι ἐς τὸ στόμα περιλιχμησάμενοι
ἀποδιδόασί μοι. αὐτὴ μὲν γὰρ ἡ Ῥέα πότε ἂν
[p. 91]
ἐκείνη σχολὴν ἀγάγοι ἐπ᾽ ἐμὲ ὅλη οὖσα ἐν τῷ Ἄττῃ; καιτοι
τί ἐγὼ ἀδικῶ δεικνὺς τὰ καλὰ οἷά ἐστιν; ὑμεῖς δὲ μὴ
ἐφίεσθε τῶν καλῶν: μὴ τοίνυν ἐμὲ αἰτιᾶσθε τούτων. ἢ
θέλεις σύ, ὦ μῆτερ, αὐτὴ μηκέτι ἐρᾶν μήτε σὲ τοῦ Ἄρεως
μήτε ἐκεῖνον σοῦ;
Ἀφροδίτη
ὡς δεινὸς εἶ καὶ κρατεῖς ἁπάντων: ἀλλα
μεμνήσῃ μού ποτε τῶν λόγων.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.