previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[5] τί γάρ σε πρὸς τὸν ὕπνον ὀνήσει τὸ κάλλος;

Ζεύς
ἔχει τι θέλγητρον ἡδὺ καὶ μαλακώτερον ἐπάγει αὐτόν.

Γανυμήδης
καὶ μὴν γε πατὴρ ἤχθετό μοι συγκαθευδοντι καὶ διηγεῖτο ἕωθεν, ὡς ἀφεῖλον αὐτοῦ τὸν ὕπνον στρεφόμενος καὶ λακτίζων καί τι φθεγγόμενος μεταξὺ ὁπότε καθεύδοιμι: ὥστε παρὰ τὴν μητέρα ἔπεμπέ με κοιμησόμενον ὡς τὰ πολλά. ὥρα δή σοι, εἰ διὰ τοῦτο, ὡς φής, ἀνήρπασάς με, καταθεῖναι αὖθις ἐς τὴν γῆν, πράγματα ἕξεις ἀγρυπνῶν: ἐνοχλήσω γάρ σε συνεχῶς στρεφόμενος.

Ζεύς
τοῦτ᾽ αὐτό μοι τὸ ἥδιστον ποιήσεις, εἰ [p. 78] ἀγρυπνήσαιμι μετὰ σοῦ φιλῶν πολλάκις καὶ περιπτύσσων.

Γανυμήδης
αὐτὸς ἂν εἰδείης: ἐγὼ δὲ κοιμήσομαι σοῦ καταφιλοῦντος.

Ζεύς
εἰσόμεθα τότε πρακτέον. νῦν δὲ ἄπαγε αὐτόν, Ἑρμῆ, καὶ πιόντα τῆς ἀθανασίας ἄγε οἰνοχοήσοντα ἡμῖν διδάξας πρότερον ὡς χρὴ ὀρέγειν τὸν σκύφον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: