previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ ἐβόων τε οἷα ἂν ὄχλος ξυμμιγὴς χαίρων βοήσειε καὶ ἐδάκρυον οἱ πολλοὶ αὐτῶν: οἱ δὲ καὶ τῇ σκηνῇ τῇ βασιλικῇ πελάζοντες ηὔχοντο Ἀλεξάνδρῳ πολλὰ καὶ ἀγαθά, ὅτι πρὸς σφῶν μόνων νικηθῆναι ἠνέσχετο. ἔνθα δὴ διελὼν κατὰ τάξεις τὴν στρατιὰν δώδεκα βωμοὺς κατασκευάζειν προστάττει, ὕψος μὲν κατὰ τοὺς μεγίστους πύργους, εὖρος δὲ μείζονας ἔτι κατὰ πύργους, χαριστήρια τοῖς θεοῖς τοῖς ἐς τοσόνδε ἀγαγοῦσιν αὐτὸν νικῶντα καὶ μνημεῖα τῶν αὑτοῦ πόνων. [2] ὡς δὲ κατεσκευασμένοι αὐτῷ οἱ βωμοὶ ἦσαν, θύει δὴ ἐπ᾽ αὐτῶν ὡς νόμος καὶ ἀγῶνα ποιεῖ γυμνικόν τε καὶ ἱππικόν. καὶ τὴν μὲν χώραν τὴν μέχρι τοῦ Ὑφάσιος ποταμοῦ Πώρῳ ἄρχειν προσέθηκεν, αὐτὸς δὲ ἐπὶ τὸν Ὑδραώτην ἀνέστρεφε. διαβὰς δὲ τὸν Ὑδραώτην, ἐπὶ τὸν Ἀκεσίνην αὖ ἐπανῄει ὀπίσω. [3] καὶ ἐνταῦθα καταλαμβάνει τὴν πόλιν ἐξῳκοδομημένην, ἥντινα Ἡφαιστίων αὐτῷ ἐκτειχίσαι ἐτάχθη: καὶ ἐς ταύτην ξυνοικίσας τῶν τε προσχώρων ὅσοι ἐθελονταὶ κατῳκίζοντο καὶ τῶν μισθοφόρων τι περ ἀπόμαχον, αὐτὸς τὰ ἐπὶ τῷ κατάπλῳ παρεσκευάζετο τῷ ἐς τὴν μεγάλην θάλασσαν. [4] ἐν τούτῳ δὲ ἀφίκοντο πρὸς αὐτὸν Ἀρσάκης τε τῆς ὁμόρου Ἀβισάρῃ χώρας ὕπαρχος καὶ ἀδελφὸς Ἀβισάρου καὶ οἱ ἄλλοι οἰκεῖοι, δῶρά τε κομίζοντες μέγιστα παρ᾽ Ἰνδοῖς καὶ τοὺς παρ᾽ Ἀβισάρου ἐλέφαντας, ἀριθμὸν ἐς τριάκοντα: Ἀβισάρην γὰρ νόσῳ ἀδύνατον γενέσθαι ἐλθεῖν. ξυνέβαινον δὲ τούτοις καὶ οἱ παρὰ Ἀλεξάνδρου ἐκπεμφθέντες πρέσβεις πρὸς Ἀβισάρην. [5] καὶ ταῦτα οὐ χαλεπῶς πιστεύσας οὕτως ἔχειν Ἀβισάρῃ [p. 243] τε τῆς αὑτοῦ χώρας σατραπεύειν ἔδωκεν καὶ Ἀρσάκην τῇ Ἀβισάρου ἐπικρατείᾳ προσέθηκεν: καὶ φόρους οὕστινας ἀποίσουσι τάξας θύει αὖ καὶ ἐπὶ τῷ Ἀκεσίνῃ ποταμῷ. καὶ τὸν Ἀκεσίνην αὖ διαβὰς ἐπὶ τὸν Ὑδάσπην ἧκεν, ἵνα καὶ τῶν πόλεων τῆς τε Νικαίας καὶ τῶν Βουκεφάλων ὅσα πρὸς τῶν ὄμβρων πεπονηκότα ἦν ξὺν τῇ στρατιᾷ ἐπεσκεύασε καὶ τὰ ἄλλα τὰ κατὰ τὴν χώραν ἐκόσμει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: