previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἦν δὲ ἐν μὲν τῷ τότε ἄπορος ὥρα ἐς τὸν πλοῦν: οἱ γὰρ ἐτησίαι ἄνεμοι κατεῖχον, οἳ δὴ τῇ ὥρᾳ ἐκείνῃ οὐ καθάπερ παρ᾽ ἡμῖν ἀπ᾽ ἄρκτου, ἀλλ᾽ ἀπὸ τῆς μεγάλης θαλάσσης κατὰ νότον μάλιστα ἄνεμον ἵστανται. [2] ἀπὸ δὲ τοῦ χειμῶνος τῆς ἀρχῆς τὸ ἀπὸ Πλειάδων δύσεως ἔστε ἐπὶ τροπάς, ἃς ἐν χειμῶνι ἥλιος ἐπιστρέφει, πλόϊμα εἶναι ταύτῃ ἐξηγγέλλετο. τότε γὰρ κατὰ γῆν μᾶλλον οἷα δὴ πολλῷ ὕδατι ἐξ οὐρανοῦ βεβρεγμένην αὔρας ἵστασθαι μαλθακὰς καὶ ἐς τὸν παράπλουν ταῖς τε κώπαις καὶ τοῖς ἱστίοις ξυμμέτρους. [3] Νέαρχος μὲν δὴ ἐπιταχθεὶς τῷ ναυτικῷ προσέμενε τὴν ὥραν τοῦ παράπλου, αὐτὸς δὲ ἄρας ἐκ Πατάλων ἔστε μὲν ἐπὶ τὸν ποταμὸν τὸν Ἀράβιον ξὺν τῇ στρατιᾶ [p. 273] πάσῃ προὐχώρει. ἐκεῖθεν δὲ ἀναλαβὼν τῶν ὑπασπιστῶν τε καὶ τῶν τοξοτῶν τοὺς ἡμίσεας καὶ τῶν πεζεταίρων καλουμένων τὰς τάξεις καὶ τῆς ἵππου τῆς ἑταιρικῆς τό τε ἄγημα καὶ ἴλην ἀφ᾽ ἑκάστης ἱππαρχίας καὶ τοὺς ἱπποτοξότας ξύμπαντας ὡς ἐπὶ τὴν θάλασσαν ἐς ἀριστερὰ ἐτράπετο, ὕδατά τε ὀρύσσειν, ὡς κατὰ τὸν παράπλουν ἄφθονα εἴη τῇ στρατιᾷ τῇ παραπλεούσῃ, καὶ ἅμα ὡς τοῖς Ὠρείταις τοῖς ταύτῃ Ἰνδοῖς αὐτονόμοις ἐκ πολλοῦ οὖσιν ἄφνω ἐπιπεσεῖν, ὅτι μηδὲν φίλιον αὐτοῖς ἐς αὐτόν τε καὶ τὴν στρατιὰν ἐπέπρακτο. τῆς δὲ ὑπολειφθείσης δυνάμεως Ἡφαιστίων αὐτῷ ἀφηγεῖτο. [4] Ἀραβῖται μὲν δή, ἔθνος καὶ τοῦτο αὐτόνομον τῶν περὶ τὸν Ἀράβιον ποταμὸν νεμομένων, οὔτε ἀξιόμαχοι δόξαντες εἶναι Ἀλεξάνδρῳ οὔτε ὑποδῦναι ἐθελήσαντες, ὡς προσάγοντα ἐπύθοντο Ἀλέξανδρον, φεύγουσιν ἐς τὴν ἔρημον. Ἀλέξανδρος δὲ διαβὰς τὸν Ἀράβιον ποταμὸν στενόν τε καὶ ὀλίγου ὕδατος καὶ διελθὼν ἐν νυκτὶ τῆς ἐρήμου τὴν πολλὴν ὑπὸ τὴν ἕω πρὸς τῇ οἰκουμένῃ ἦν: καὶ τοὺς μὲν πεζοὺς ἐν τάξει ἐκέλευσεν ἕπεσθαι, τοὺς δὲ ἱππέας ἀναλβὼν αὐτὸς καὶ ἐς ἴλας κατανείμας, ὅπως ἐπὶ πλεῖστον τοῦ πεδίου ἐπέχοιεν, ἐπῄει τὴν χώραν τῶν Ὠρειτῶν. ὅσοι μὲν δὴ ἐς: [5] ἀλκὴν αὐτῶν ἐτράποντο κατεκόπησαν πρὸς τῶν ἱππέων, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν. δὲ τότε μὲν κατεστρατοπέδευσε πρὸς ὕδατι οὐ πολλῷ, ὡς δὲ καὶ οἱ περὶ Ἡφαιστίωνα αὐτῷ ὁμοῦ ἤδη ἦσαν, προὐχώρει ἐς τὸ πρόσω. ἀφικόμενος δὲ εἰς κώμην, ἥπερ ἦν μεγίστη τοῦ ἔθνους τοῦ Ὠρειτῶν, Ῥαμβακία ἐκαλεῖτο κώμη, τόν τε χῶρον ἐπῄνεσε καὶ ἐδόκει ἂν αὐτῷ πόλις ξυνοικισθεῖσα μεγάλη καὶ εὐδαίμων γενέσθαι. Ἡφαιστίωνα μὲν δὴ ἐπὶ τούτοις ὑπελείπετο. [p. 274]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ARABIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: