previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐνθαῦτα ἀγγέλλεται Ἀλέξανδρον ἐπὶ Σούσων στέλλεσθαι. ἔνθεν καὶ αὐτοὶ τὸ ὀπίσω ἔπλωον, ὡς κατὰ τὸν Πασιτίγριν ποταμὸν ἀναπλώσαντες συμμῖξαι Ἀλεξάνδρῳ. [2] ἔπλωον δὴ τὸ ἔμπαλιν ἐν ἀριστερῇ τὴν γῆν τὴν Σουσίδα ἔχοντες, καὶ παραπλώουσι λίμνην, ἐς ἥν Τίγρης ἐρβάλλει ποταμός, [3] ὃς ῥέων ἐξ Ἀρμενίων ταρὰ πόλιν Νῖνον, πάλαι ποτὲ μεγάλην καὶ εὐδαίμονα, τὴν μέσην ἑωυτοῦ τε καὶ τοῦ Εὐφράτεω ποταμοῦἥν Μεσοποταμίην [p. 53] ἐπὸ τῷδε κληίζεσθαιἀπείργει. [4] ἀπὸ δὲ τῆς λίμνης ἐς αὐτὸν τὸν ποταμὸν στάδιοι ἑξακόσιοι, ἵνα καὶ κώμη τῆς Σουσίδος, ἣν καλέουσιν Ἄγινιν: αὕτη δὲ ἀπέχει Σούσων σταδίους ἐς πεντακοσίους. μῆκος τοῦ παραπλόου τῆς Σουσίων γῆς ἔστε ἐπὶ τὸ στόμα τοῦ Πασιτίγριδος ποταμοῦ στάδιοι δισχίλιοι. [5] ἐνθένδε κατὰ τὸν Πασιτίγριν ἀνέπλωον διὰ χώρης οἰκεομένης καὶ εὐδαίμονος. ἀναπλώσαντες δὲ σταδίους ὡς πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται, προσμένοντες οὕστινας ἐστάλκει Νέαρχος σκεψομένους ἵνα βασιλεὺς εἴη. [6] αὐτὸς δὲ ἔθυε θεοῖσι τοῖσι σωτῆρσι, καὶ ἀγῶνα ἐποίεε, καὶ στρατιὴ ναυτικὴ πᾶσα ἐν εὐθυμίῃσιν ἦν. [7] ὡς δὲ προσάγων ἤδη Ἀλέξανδρος ἠγγέλλετο, ἔπλωον αὖθις ἐς τὸ ἄνω κατὰ τὸν ποταμόν: καὶ πρὸς τῇ σχεδίῃ ὁρμίζονται, ἐπ᾽ ἧς τὸ στράτευμα διαβιβάσειν ἔμελλεν Ἀλεξανδρος ἐς Σοῦσα. [8] ἐνθαῦτα ἀνεμίγη στρατός, καὶ θυσίαι πρὸς Ἀλεξάνδρου ἐθύοντο ἐπὶ τῶν νεῶν τε καὶ τῶν ἀνθρώπων τῇ σωτηρίῃ, καὶ ἀγῶνες ἐποιέοντο: καὶ Νέαρχος ὅκου παραφανείη τῆς στρατιῆς, ἄνθεσί τε καὶ ταινίῃσιν ἐβάλλετο. [9] ἔνθα καὶ χρυσέῳ στεφάνῳ στεφανοῦνται ται ἐξ Ἀλεξάνδρου Νέαρχός τε καὶ Λεόννατος, Νέαρχος μὲν ἐπὶ τοῦ ναυτικοῦ τῇ σωτηρίῃ, Λεόννατος δὲ ἐπὶ τῇ νίκῃ, ἥν Ὠρείτας τε ἐνίκησε καὶ τοὺς Ὠρείτῃσι προσοικέοντας βαρβάρους. οὕτω μὲν ἀπεσώθη Ἀλεξάνδρῳ ἐκ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς στρατός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), TIGRIS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: