previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δ᾽ ἀπῆλθεν ἐκ τῆς ἀγορᾶς ἀδημονῶν καὶ μαινόμενος ὑπὸ τοῦ πάθους, ἔγνω μηκέτι μεθέσθαι [p. 168] τῆς παρθένου τοῖς συγγενέσιν, ἀλλ᾽ ὅταν ἐπὶ τὴν ἐγγύην προαχθῇ, μετὰ βίας αὐτὴν ἀπάγειν, ἑαυτῷ τε πλείονα φυλακὴν περιστησάμενος, ὡς μηδὲν ὑπὸ τῶν ὄχλων βιασθείη, καὶ τὰ πέριξ τοῦ βήματος ἑταίρων τε καὶ πελατῶν ὄχλῳ προκαταλαβών. [2] ἵνα δὲ σὺν εὐσχήμονι δίκης τοῦτο πράττῃ προφάσει, μὴ παραγενηθέντος ἐπὶ τὴν ἐγγύην τοῦ πατρός, ἐπιστολὰς δοὺς τοῖς πιστοτάτοις ἱππεῦσιν ἔπεμψεν ἐπὶ τὸν χάρακα καὶ πρὸς Ἀντώνιον τὸν ἡγεμόνα τοῦ τάγματος, ὑφ᾽ οὗ ἦν Οὐεργίνιος, ἀξιῶν αὐτὸν κατέχειν τὸν ἄνδρα ἐν ἐπιμελεῖ φυλακῇ, μὴ λάθῃ πυθόμενος τὰ περὶ τὴν θυγατέρα καὶ διαδρὰς ἐκ τοῦ χάρακος. [3] ἔφθησαν δ᾽ αὐτὸν οἱ τῇ κόρῃ προσήκοντες, Νομιτωρίου τε υἱὸς καὶ ἀδελφὸς Ἰκιλίου, προαποσταλέντες ὑπὸ τῶν ἄλλων ἀρχομένης ἔτι τῆς καταστάσεως, νεανίαι λήματος πλήρεις ἀπὸ ῥυτῆρος καὶ μετὰ μάστιγος ἐλαθεῖσι τοῖς ἵπποις πρότερον διανύσαντες τὴν ὁδὸν καὶ τῷ Οὐεργινίῳ [4] τὰ πεπραγμένα διασαφηνίσαντες. δὲ τὴν μὲν ἀληθῆ πρὸς Ἀντώνιον αἰτίαν ἀποκρυψάμενος, ἀναγκαίου δέ τινος συγγενοῦς σκηψάμενος πεπύσθαι θάνατον, οὗ τὴν ἐκκομιδήν τε καὶ ταφὴν αὐτὸν ἔδει ποιήσασθαι κατὰ τὸν νόμον, ἀφίεται καὶ περὶ λύχνων ἁφὰς ἤλαυνε μετὰ τῶν μειρακίων κατ᾽ ἄλλας ὁδοὺς διωγμὸν ἔκ τε τοῦ στρατοπέδου καὶ ἀπὸ τῆς πόλεως δεδοικώς: ὅπερ καὶ συνέβη. [5] τε γὰρ Ἀντώνιος τὰς ἐπιστολὰς δεξάμενος περὶ πρώτην μάλιστα φυλακήν, [p. 169] ἴλην ἀπέστειλεν ἱππέων ἐπ᾽ αὐτόν, ἔκ τε τῆς πόλεως ἕτεροι πεμφθέντες ἱππεῖς δι᾽ ὅλης νυκτὸς ἐφρούρουν τὴν ἀπὸ στρατοπέδου φέρουσαν ὁδόν. ὡς δὲ ἀπήγγειλεν Ἀππίῳ τις τὸν Οὐεργίνιον ἐληλυθότα παρὰ τὴν ὑπόληψιν, ἔξω τῶν φρενῶν γενόμενος παρῆν μετὰ πολλοῦ στίφους ἐπὶ τὸ βῆμα καὶ προσάγειν ἐκέλευσε τοὺς τῆς κόρης συγγενεῖς. [6] προσελθόντων δ᾽ αὐτῶν μὲν Κλαύδιος τοὺς αὐτοὺς πάλιν διεξελθὼν λόγους ἠξίου τὸν Ἄππιον γενέσθαι δικαστὴν τοῦ πράγματος μηδεμίαν ἀναβολὴν ποιησάμενον, τόν τε μηνυτὴν παρεῖναι λέγων καὶ τοὺς μάρτυρας καὶ τὴν θεράπαιναν αὐτὴν παραδούς: ἐφ᾽ οἷς ἅπασι πολὺς προσποιητὸς σχετλιασμὸς ἦν, εἰ μὴ τεύξεται τῶν ἴσων τοῖς ἄλλοις, ὡς πρότερον, ὅτι πελάτης ἦν αὐτοῦ: καὶ παράκλησις, ἵνα μὴ τοῖς ἐλεεινότερα λέγουσιν, ἀλλὰ τοῖς δικαιότερα ἀξιοῦσι βοηθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: