previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ διὰ τῆς μεσογείου τραπόμενοι, τὴν ὀρεινὴν τῆς Ἰταλίας ὑπερβαλόντες, εἰς τὴν Ὀμβρικῶν [p. 30] ἀφικνοῦνται χώραν τῶν ὁμορούντων Ἀβοριγῖσι. πολλὰ δὲ καὶ ἄλλα χωρία τῆς Ἰταλίας ᾤκουν Ὀμβρικοί, καὶ ἦν τοῦτο τὸ ἔθνος ἐν τοῖς πάνυ μέγα τε καὶ ἀρχαῖον. τὸ μὲν οὖν κατ᾽ ἀρχὰς ἐκράτουν οἱ Πελασγοὶ τῶν χωρίων ἔνθα τὸ πρῶτον ἱδρύσαντο καὶ πολισμάτια τῶν Ὀμβρικῶν κατελάβοντό τινα: συνελθόντος δ᾽ ἐπ᾽ αὐτοὺς μεγάλου στρατοῦ δείσαντες τῶν πολεμίων τὸ πλῆθος εἰς τὴν Ἀβοριγίνων ἀπιόντες τρέπονται. [2] καὶ οἱ μὲν Ἀβοριγῖνες ἅτε πολεμίοις ἐδικαίουν αὐτοῖς προσφέρεσθαι καὶ συνῄεσαν ἐκ τῶν ἔγγιστα χωρίων διὰ τάχους ὡς ἐξαναστήσοντες αὐτούς. οἱ δὲ Πελασγοίτυγχάνουσι γὰρ ἐν τούτῳ τῷ χρόνῳ κατὰ δαίμονα περὶ Κοτυλίαν πόλιν Ἀβοριγίνων αὐλισάμενοι πλησίον τῆς ἱερᾶς λίμνησ᾽ ὡς δὲ τήν τε νησῖδα τὴν ἐν αὐτῇ περιδινουμένην κατέμαθον καὶ παρὰ τῶν αἰχμαλώτων, οὓς ἐκ τῶν ἀγρῶν ἔλαβον, ἤκουσαν τὸ τῶν ἐπιχωρίων ὄνομα τέλος ἔχειν σφίσι τὸ θεοπρόπιον ὑπέλαβον. [3] γὰρ ἐν Δωδώνῃ γενόμενος αὐτοῖς χρησμός, ὅν φησι Λεύκιος Μάλλιος ἀνὴρ οὐκ ἄσημος αὐτὸς ἰδεῖν ἐπί τινος τῶν ἐν τῷ τεμένει τοῦ Διὸς κειμένων τριπόδων γράμμασιν ἀρχαίοις ἐγκεχαραγμένον, ὡδὶ εἶχε:

στείχετε μαιόμενοι Σικελῶν Σατόρνιον αἶαν
ἠδ᾽ Ἀβοριγινέων Κοτύλην, οὗ νᾶσος ὀχεῖται: [p. 31]
οἷς ἀναμιχθέντες δεκάτην ἐκπέμψατε Φοίβῳ
καὶ κεφαλὰς Κρονίδῃ καὶ τῷ πατρὶ πέμπετε φῶτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: