previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δέ τινες ἱστοροῦσιν, ὧν ἐστι καὶ Πολύβιος Μεγαλοπολίτης, ἐπί τινος μειρακίου Πάλλαντος αὐτόθι τελευτήσαντος: τοῦτον δὲ Ἡρακλέους εἶναι παῖδα καὶ Λαύνας τῆς Εὐάνδρου θυγατρός: χώσαντα δ᾽ αὐτῷ τὸν μητροπάτορα τάφον ἐπὶ τῷ λόφῳ Παλλάντιον ἐπὶ τοῦ μειρακίου τὸν τόπον ὀνομάσαι. [2] ἐγὼ μέντοι οὔτε τάφον ἐθεασάμην ἐν Ῥώμῃ Πάλλαντος οὔτε χοὰς ἔμαθον ἐπιτελουμένας οὔτε ἄλλο τῶν τοιουτοτρόπων οὐδὲν ἠδυνήθην ἰδεῖν, καίτοι γε οὐκ ἀμνήστου τῆς οἰκίας ταύτης ἀφειμένης οὐδ᾽ ἀμοίρου τιμῶν αἷς τὸ δαιμόνιον γένος ὑπ᾽ ἀνθρώπων γεραίρεται. καὶ γὰρ Εὐάνδρῳ θυσίας ἔμαθον ὑπὸ Ῥωμαίων ἐπιτελουμένας ὁσέτη δημοσίᾳ καὶ Καρμέντῃ, καθάπερ τοῖς λοιποῖς ἥρωσι καὶ δαίμοσι, καὶ βωμοὺς ἐθεασάμην ἱδρυμένους, Καρμέντῃ μὲν ὑπὸ τῷ καλουμένῳ Καπιτωλίῳ παρὰ ταῖς Καρμεντίσι πύλαις, Εὐάνδρῳ δὲ πρὸς ἑτέρῳ τῶν λόφων Αὐεντίνῳ λεγομένῳ τῆς Τριδύμου πύλης οὐ πρόσω: Πάλλαντι δὲ [3] οὐδὲν οἶδα τούτων γινόμενον. οἱ δ᾽ οὖν Ἀρκάδες [p. 51] ὑπὸ τῷ λόφῳ συνοικισθέντες τά τε ἄλλα διεκόσμουν τὸ κτίσμα τοῖς οἴκοθεν νομίμοις χρώμενοι καὶ ἱερὰ ἱδρύονται, πρῶτον μὲν τῷ Λυκαίῳ Πανὶ τῆς Θέμιδος ἐξηγουμένης ῾Ἀρκάσι γὰρ θεῶν ἀρχαιότατός τε καὶ τιμιώτατος Πάν᾽ χωρίον ἐξευρόντες ἐπιτήδειον, καλοῦσι Ῥωμαῖοι Λουπερκάλιον, ἡμεῖς δ᾽ ἂν εἴποιμεν Λύκαιον. [4] νῦν μὲν οὖν συμπεπολισμένων τῷ τεμένει τῶν πέριξ χωρίων δυσείκαστος γέγονεν παλαιὰ τοῦ τόπου φύσις, ἦν δὲ τὸ ἀρχαῖον ὡς λέγεται σπήλαιον ὑπὸ τῷ λόφῳ μέγα, δρυμῷ λασίῳ κατηρεφές, καὶ κρηνίδες ὑπὸ ταῖς πέτραις ἐμβύθιοι, τε προσεχὴς τῷ κρημνῷ νάπη πυκνοῖς καὶ μεγάλοις δένδρεσιν ἐπίσκιος. [5] ἔνθα βωμὸν ἱδρυσάμενοι τῷ θεῷ τὴν πάτριον θυσίαν ἐπετέλεσαν, ἣν μέχρι τοῦ καθ᾽ ἡμᾶς χρόνου Ῥωμαῖοι θύουσιν ἐν μηνὶ Φεβρουαρίῳ μετὰ τὰς χειμερίους τροπάς, οὐδὲν τῶν τότε γενομένων μετακινοῦντες: δὲ τρόπος τῆς θυσίας ἐν τοῖς ἔπειτα λεχθήσεται. ἐπὶ δὲ τῇ κορυφῇ τοῦ λόφου τὸ τῆς Νίκης τέμενος ἐξελόντες θυσίας καὶ ταύτῃ κατεστήσαντο διετησίους, ἃς καὶ ἐπ᾽ ἐμοῦ Ῥωμαῖοι ἔθυον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: