Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35chapter 36chapter 37chapter 38chapter 39chapter 40chapter 41chapter 42chapter 43chapter 44chapter 45chapter 46chapter 47chapter 48chapter 49chapter 50chapter 51chapter 52chapter 53chapter 54chapter 55chapter 56chapter 57chapter 58chapter 59chapter 60chapter 61chapter 62chapter 63chapter 64chapter 65chapter 66chapter 67chapter 68chapter 69chapter 70chapter 71chapter 72chapter 73
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπαινεσάντων δὲ τὴν γνώμην τῶν παρόντων καὶ πάντα ὑποσχομένων ποιήσειν ὅρκοις ἕκαστον αὐτῶν καταλαβὼν διέλυσε τὸν σύλλογον. τῇ δ᾽ ἑξῆς ἡμέρᾳ προῄεσαν μὲν ἐκ τοῦ χάρακος αἱ Φιδηναίων τε καὶ συμμάχων δυνάμεις ἅμα τῷ τὸν ἥλιον ἀνασχεῖν καὶ παρετάσσοντο ὡς εἰς μάχην, ἀντεπεξῄεσαν δὲ οἱ Ῥωμαῖοι καὶ καθίσταντο εἰς τάξιν. [2] τὸ μὲν οὖν ἀριστερὸν κέρας αὐτὸς ὁ Τύλλος καὶ οἱ Ῥωμαῖοι κατεῖχον ἐναντίοι Οὐιεντανοῖς ῾οὗτοι γὰρ τὸ δεξιὸν τῶν πολεμίων κατεῖχον κέρασ᾽, ἐπὶ δὲ τοῦ δεξιοῦ τῶν Ῥωμαίων κέρατος ὁ Μέττιος καὶ οἱ Ἀλβανοὶ κατὰ Φιδηναίους παρὰ τὴν λαγόνα τοῦ ὄρους ἐτάξαντο. [3] ἐπεὶ δὲ σύνεγγυς ἀλλήλων ἐγίνοντο, πρὶν ἐντὸς βέλους γενέσθαι οἱ Ἀλβανοὶ σχισθέντες ἀπὸ τοῦ ἄλλου στρατοῦ συντεταγμένους ἦγον τοὺς λόχους ἐπὶ τὸ ὄρος. οἱ μὲν οὖν Φιδηναῖοι μαθόντες τοῦτο καὶ πιστεύσαντες ἀληθεύειν σφίσι τὰς περὶ τῆς προδοσίας [p. 323] ὑποσχέσεις τῶν Ἀλβανῶν θρασύτερον ἤδη τοῖς Ῥωμαίοις προσεφέροντο, καὶ τὸ μὲν δεξιον κέρας τῶν Ῥωμαίων ἐψιλωμένον τῆς συμμαχίας παρερρήγνυτό τε καὶ σφόδρα ἐπόνει, τὸ δ᾽ εὐώνυμον ἀνὰ κράτος ἠγωνίζετο, ἔνθα καὶ αὐτὸς ἦν ὁ Τύλλος ἐν τοῖς ἐπιλέκτοις τῶν ἱππέων μαχόμενος. [4] ἐν δὲ τούτῳ προσελάσας τις ἱππεὺς τοῖς ἅμα τῷ βασιλεῖ μαχομένοις, κάμνει τὸ δεξιὸν ἡμῖν κέρας, ἔφησεν, ὦ Τύλλε. Ἀλβανοί τε γὰρ ἐκλιπόντες τὴν τάξιν ἐπὶ τὰ μετέωρα ἐπείγονται, Φιδηναῖοί τε καθ᾽ οὓς ἐκεῖνοι ἐτάχθησαν ὑπὲρ κέρατος ὄντες τοῦ ἐψιλωμένου κυκλοῦσθαι μέλλουσιν ἡμᾶς. ταῦτα ἀκούσαντας τοὺς Ῥωμαίους καὶ ἰδόντας τὴν ὁρμὴν τῶν Ἀλβανῶν τὴν ἐπὶ τὸ ὄρος δεῖμα ὡς κυκλωσομένους ὑπὸ τῶν πολεμίων καταλαμβάνει, ὥστε οὔτε μάχεσθαι οὔτε μένειν αὐτοῖς ἐπῄει. [5] ἔνθα δὴ σοφίᾳ λέγεται χρήσασθαι ὁ Τύλλος οὐδὲν ἐπιταραχθεὶς τὴν διάνοιαν ὑπὸ τοσούτου τε καὶ οὕτως ἀπροσδοκήτου φανέντος κακοῦ, δι᾽ ἣν οὐ μόνον ἔσωσε τὴν Ῥωμαίων στρατιὰν εἰς προὖπτον κατακεκλειμένην ὄλεθρον, ἀλλὰ καὶ τὰ τῶν πολεμίων πράγματα σύμπαντα συνέτριψέ τε καὶ διέφθειρεν. ὡς γὰρ ἤκουσε τοῦ ἀγγέλου μεγάλῃ φωνῇ χρώμενος, ὥστε καὶ τοὺς πολεμίους ἀκούειν, [6] κρατοῦμεν, εἶπεν, ἄνδρες Ῥωμαῖοι, τῶν ἐχθρῶν. Ἀλβανοὶ μὲν γὰρ ἡμῖν τὸ πλησίον [p. 324] ὄρος τοῦτο κατειλήφασιν, ὥσπερ ὁρᾶτε, κατὰ τὰς ἐμὰς ἐντολάς, ἵνα κατὰ νώτου γενόμενοι τῶν πολεμίων ἐπίωσιν αὐτοῖς. ἐνθυμηθέντες οὖν ὅτι ἐν καλῷ τοὺς ἐχθίστους ἡμῖν ἔχομεν, οἱ μὲν ἄντικρυς ἐπιόντες, οἱ δὲ κατόπιν, ἔνθα οὔτε πρόσω χωρεῖν οὔτ᾽ ὀπίσω ἐπιστρέφειν δυνάμενοι ποταμῷ τε καὶ ὄρει ἐκ τῶν πλαγίων ἀποκλειόμενοι καλὴν δώσουσιν ἡμῖν δίκην, ἴτε σὺν πολλῇ καταφρονήσει ἐπ᾽ αὐτούς.
Dionysii Halicarnasei Antiquitatum Romanarum quae supersunt, Vol I-IV. Dionysius of Halicarnassus. Karl Jacoby. In Aedibus B.G. Teubneri. Leipzig. 1885. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.