previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περιῆν γὰρ ἄν σοι ταῦτα πράξαντι πρῶτον μὲν εὐσεβεῖ καὶ δικαίῳ λέγεσθαι, ἔπειτα συμβασιλεύειν ἐμοὶ καὶ πάσης μετέχειν τιμῆς, εὐεργέτην τε καὶ πατέρα καὶ σωτῆρα καὶ πάντα, ὅσα τιμιώτατα ὀνόματα ὑπ᾽ ἀνθρώπων ἐπὶ καλοῖς κεῖται πράγμασιν, ἀκούειν καὶ μὴ τέταρτον ἤδη τοῦτο καὶ τετταρακοστὸν ἔτος ἀποστερεῖν με τῶν ἐμῶν, οὔτε σώματος ἀναπήρου τυχόντα οὔτε διανοίας ἠλιθίου. ἔπειτ᾽ ἐρωτᾶν με τολμᾷς, τί παθὼν δεινὸν ἐχθρὸν ἡγοῦμαί σε καὶ διὰ τί [2] σου κατηγορῶ; σὺ μὲν οὖν ἀπόκριναί μοι, Τύλλιε, τίνος αἰτίας χάριν οὐκ ἀξιοῖς με τῶν τοῦ πάππου τιμῶν κληρονομεῖν καὶ τίνα πρόφασιν εὐπρεπῆ τῆς ἀποστερήσεως σκηπτόμενος; πότερον οὐχ ἡγούμενος ἐξ ἐκείνου γένους εἶναί με γνήσιον, ἀλλ᾽ ὑποβολιμαῖόν τινα καὶ νόθον; τί οὖν ἐπετρόπευες τὸν ἀλλότριον τοῦ γένους καὶ τὸν οἶκον ἀνδρωθέντι ἀπεδίδους; ἀλλ᾽ ἔτι νομίζων με ὀρφανὸν εἶναι παῖδα καὶ τὰ κοινὰ πράττειν ἀδύνατον, ὃς οὐ πολὺ ἀπέχω πεντηκονταετίας; κατάβαλε δὲ τὴν εἰρωνείαν τῶν ἀναισχύντων [p. 60] [3] ἐρωτημάτων καὶ παῦσαί ποτε ἤδη πονηρὸς ὤν: εἰ δὲ τι δίκαιον ἔχεις πρὸς ταῦτ᾽ εἰπεῖν, ἕτοιμός εἰμι τούτοις ἐπιτρέπειν δικασταῖς, ὧν οὐκ ἂν ἔχοις ἑτέρους εἰπεῖν ἄνδρας ἐν τῇ πόλει κρείττους: ἐὰν δ᾽ ἐντεῦθεν ἀποδιδράσκων, ὅπερ ἐστὶν ἀεί σοι ποιεῖν σύνηθες, ἐπὶ τὸν ἐκδημαγωγούμενον ὑπὸ σοῦ καταφεύγῃς ὄχλον, οὐκ ἐπιτρέψω σοι: παρεσκεύασμαι γὰρ ὡς καὶ τὰ δίκαια ἐρῶν καὶ εἰ μὴ πείθοιο τὰ βίαια πράξων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: