previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Ποστόμιος ἐκείνην μὲν τὴν νύκτα κατεστρατοπέδευσεν ἐν τῷ πεδίῳ, τῇ δ᾽ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν τῇ μάχῃ καὶ τοὺς αἰχμαλώτους φυλάττεσθαι διαδοὺς ἔθυε τὰ νικητήρια τοῖς θεοῖς. ἔτι δ᾽ αὐτῷ τὸν στέφανον ἐπικειμένῳ καὶ τὰς ὑπερπύρους ἀπαρχὰς τοῖς βωμοῖς ἐπιτιθέντι σκοποί τινες ἀπὸ τῶν μετεώρων καταδραμόντες ἀγγέλλουσι πολέμιον ἐπὶ σφᾶς ἐλαύνειν στρατόν. ἦν δ᾽ ἐκ τοῦ Οὐολούσκων ἔθνους ἐπίλεκτος ἀκμὴ σύμμαχος ἀπεσταλμένη Λατίνοις, πρὶν τὴν μάχην αὐτῶν ἐπιτελεσθῆναι. [2] ὡς δὲ δὴ ταῦτ᾽ ἔγνω, χωρεῖν ἅπαντας ἐκέλευσεν ἐπὶ τὰ ὅπλα καὶ μένειν ἐν τῷ χάρακι παρὰ ταῖς ἰδίαις ἕκαστον σημαίαις σιγὴν καὶ κόσμον φυλάττοντας, ἕως ἂν αὐτὸς χρὴ πράττειν παραγγείλῃ. οἱ δὲ τῶν Οὐολούσκων ἡγεμόνες ἐξ ἀπόπτου τῶν Ῥωμαίων παρεμβαλόντες ὡς εἶδον μεστὸν μὲν τὸ πεδίον νεκρῶν, ὀρθοὺς δὲ τοὺς χάρακας ἀμφοτέρους, προιόντα δ᾽ ἐκ τῶν ἐρυμάτων οὔτε πολέμιον οὔτε φίλον οὐδένα, τέως μὲν ἐθαύμαζον καὶ τίς ἦν κατειληφυῖα τύχη τὰ [p. 282] πράγματα ἀπόρως εἶχον συμβάλλειν. ἐπεὶ δὲ παρὰ τῶν ἀνασωζομένων ἐκ τῆς τροπῆς ἅπαντα τὰ περὶ τὸν ἀγῶνα ἔμαθον, ἐσκόπουν μετὰ τῶν ἄλλων ἡγεμόνων, [3] τί χρὴ πράττειν. τοῖς μὲν οὖν θρασυτάτοις αὐτῶν ἐδόκει κράτιστον εἶναι χωρεῖν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων ἐξ ἐφόδου, τέως πολλοὶ μὲν ἔκαμον ὑπὸ τραυμάτων, ἀπειρήκεσάν θ᾽ ἅπαντες ὑπὸ κόπου ὅπλα τε ἄχρηστα τοῖς πλείστοις ἦν, τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα καὶ βοήθεια παρὰ τῶν οἴκοθεν ἀκραιφνὴς οὔπω παρῆν οὐδεμία αὐτοῖς, δὲ σφῶν αὐτῶν δύναμις πολλή τε οὖσα καὶ ἀγαθὴ καὶ ὡπλισμένη καλῶς ἐμπειροπόλεμός τε καὶ οὐ προσδεχομένοις ἐξαπιναίως παροῦσα, φοβερὰ καὶ τοῖς εὐτολμοτάτοις φανήσεσθαι ἔμελλε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: