previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ τοῦτο πολλαὶ καὶ περὶ πολλῶν ἐγίνοντο τοῖς δημάρχοις πρὸς τοὺς ὑπάτους ἀντιλογίαι, καὶ οὔθ᾽ δῆμος ὁπόσα βουλὴ ψηφίσαιτο κύρια ἡγεῖτο, οὔθ᾽ ὧν δῆμος γνοίη τῇ βουλῇ φίλον τι ἦν: ἀντιπαρατεταγμένοι δὲ καὶ δι᾽ ὑποψίας ἔχοντες ἀλλήλους διετέλουν. οὐ μὴν τό γε μῖσος αὐτῶν εἰς ἔργον τι ἀνήκεστον ἐχώρησεν, οἷα ἐν ταῖς τοιαύταις φιλεῖ [2] γίνεσθαι ταραχαῖς. οὔτε γὰρ οἱ πένητες ἐπὶ τὰς οἰκίας ὥρμησαν τῶν πλουσίων, ἔνθα ὑπελάμβανόν τινας εὑρήσειν ἀποκειμένας τροφάς, τὴν ἐν τῷ φανερῷ ἀγορὰν ἁρπάζειν ἐπεβάλοντο, ἀλλ᾽ ὑπομένοντες ὠνεῖσθαι πολλοῦ διαφόρου μικρά, καὶ ὁπότ᾽ ἐξαπορηθεῖεν ἀργυρίου τὰς ἐκ γῆς ῥίζας τε καὶ βοτάνας σιτούμενοι ἠνείχοντο: οὔθ᾽ οἱ πλούσιοι βιασάμενοι τοὺς ἀσθενεστέρους τῇ τ᾽ οἰκείᾳ δυνάμει καὶ τῇ παρὰ τῶν πελατῶν πολλῇ οὔσῃ κατασχεῖν αὐτοὶ τὴν πόλιν ἠξίωσαν τοὺς μὲν ἐξελάσαντες ἐξ αὐτῆς, τοὺς δ᾽ ἀποκτείναντες, ἀλλὰ διέμενον ὥσπερ οἱ σωφρονέστατα πολιτευόμενοι πρὸς τοὺς υἱοὺς πατέρες εὐνοούσῃ καὶ κηδομένῃ τῇ ὀργῇ πρὸς τὰς ἁμαρτάδας αὐτῶν χρώμενοι. [3] τοιαύτης δὲ καταστάσεως οὔσης περὶ τὴν Ῥώμην αἱ πλησιόχωροι πόλεις ἐκάλουν τοὺς βουλομένους οἰκεῖν παρὰ σφίσι Ῥωμαίων πολιτείας τε μεταδόσει καὶ ἄλλων φιλανθρώπων ἐλπίσιν ὑπαγόμεναι, αἱ μὲν ἀπὸ τοῦ βελτίστου δι᾽ εὔνοιάν τε [p. 31] καὶ ἔλεον τῆς συμφορᾶς, αἱ δὲ πλείους διὰ φθόνον τῆς πάλαι ποτὲ εὐτυχίας. καὶ ἦσαν οἱ ἀπαναστάντες πανοικεσίᾳ καὶ μεταθέμενοι τὰς οἰκήσεις ἑτέρωσε πολλοὶ πάνυ: ὧν οἱ μὲν ἀνέστησαν αὖθις, ἐπειδὴ κατέστη τὰ πράγματα τῆς πόλεως, οἱ δὲ καὶ διέμειναν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: