previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μὲν δὴ ταῦτ᾽ εἰποῦσα καὶ πολλὰ προεμένη δάκρυα ἐσίγησεν: ὀδυρομένων δὲ καὶ τῶν ἄλλων γυναικῶν καὶ πολλὰς δεήσεις ποιουμένων μικρὸν ἐπισχοῦσα Οὐετουρία καὶ δακρύσασα εἶπεν: εἰς ἀσθενῆ [p. 185] καὶ λεπτὴν ἐλπίδα καταπεφεύγατε, Οὐαλερία, τὴν ἐξ ἡμῶν τῶν ἀθλίων γυναικῶν βοήθειαν, αἷς μὲν εὔνοια πρὸς τὴν πατρίδα πάρεστι καὶ τὸ θέλειν σώζεσθαι τοὺς πολίτας, οἷοί ποτέ εἰσιν, δ᾽ ἰσχὺς καὶ [2] τὸ δύνασθαι ποιεῖν θέλομεν ἄπεστιν. ἀπέστραπται γὰρ ἡμᾶς, Οὐαλερία, Μάρκιος, ἐξ οὗ τὴν πικρὰν ἐκείνην δῆμος αὐτοῦ κατέγνω δίκην, καὶ μεμίσηκε τὴν οἰκίαν ὅλην ἅμα τῇ πατρίδι: τοῦτο δ᾽ ὑμῖν οὐ παρ᾽ ἄλλου τινός, ἀλλὰ παρ᾽ αὐτοῦ Μαρκίου μαθοῦσαι λέγειν ἔχομεν. ὅτε γὰρ ἁλοὺς τὴν δίκην ἦλθεν εἰς τὴν οἰκίαν προπεμπόμενος ὑπὸ τῶν ἑταίρων, καταλαβὼν ἡμᾶς καθημένας ἐν πενθίμοις τρύχεσι, ταπεινάς, κρατούσας ἐν τοῖς γόνασι τὰ τέκνα αὐτοῦ στενούσας τε οἷα εἰκὸς καὶ ἀνακλαιομένας τὴν καθέξουσαν ἡμᾶς τύχην στερομένας ἐκείνου, στὰς μικρὸν ἄπωθεν ἡμῶν ἄδακρυς ὥσπερ λίθος καὶ ἀτενής: [3] οἴχεται, φησίν, ὑμῖν Μάρκιος, μῆτερ ἅμα καὶ σύ, Οὐολουμνία, κρατίστη γυναικῶν, ἐξελασθεὶς ὑπὸ τῶν πολιτῶν, ὅτι γενναῖος ἦν καὶ φιλόπολις καὶ πολλοὺς ὑπέμεινεν ὑπὲρ τῆς πατρίδος ἀγῶνας. ἀλλ᾽ ὡς πρέπει γυναιξὶν ἀγαθαῖς, οὕτω φέρετε τὰς συμφορὰς μηδὲν ἄσχημον ποιοῦσαι μηδὲ ἀγεννές, καὶ τὰ παιδία ταῦτα παραμύθια τῆς ἐμῆς ἐρημίας ἔχουσαι τρέφετε ἀξίως ὑμῶν τε καὶ τοῦ γένους: οἷς θεοὶ δοῖεν εἰς ἄνδρας ἐλθοῦσι τύχην μὲν κρείττονα τοῦ πατρός, ἀρετὴν δὲ μὴ χείρονα: καὶ χαίρετε. ἀπέρχομαι γὰρ ἤδη καταλιπὼν τὴν οὐκέτι [p. 186] χωροῦσαν ἄνδρας ἀγαθοὺς πόλιν. καὶ ὑμεῖς, θεοὶ κτήσιοι καὶ ἑστία πατρῴα καὶ δαίμονες οἱ κατέχοντες τοῦτον τὸν τόπον, χαίρετε. [4] ὡς δὲ ταῦτ᾽ εἶπεν, ἡμεῖς μὲν αἱ δυστυχεῖς ἃς τὸ πάθος ἀπῄτει φωνὰς ἀναβοῶσαι καὶ παίουσαι τὰ στήθη περιεχύθημεν αὐτῷ τοὺς ἐσχάτους ἀσπασμοὺς κομιούμεναι: τῶν δὲ παιδίων τούτων ἐγὼ μὲν τὸ πρεσβύτερον ἦγον, δὲ μήτηρ τὸ νεώτερον εἶχεν ἐπὶ τῆς ἀγκάλης: δ᾽ ἀποστραφεὶς καὶ παρωσάμενος ἡμᾶς εἶπεν: οὔτε σὸς υἱὸς ἔτι, μῆτερ, ἔσται τὸν ἀπὸ τοῦδε χρόνον Μάρκιος, ἀλλ᾽ ἀφῄρηταί σε τὸν γηροβοσκὸν πατρίς, οὔτε σὸς ἀνὴρ ἀπὸ ταύτης, Οὐολουμνία, τῆς ἡμέρας, ἀλλ᾽ εὐτυχοίης ἕτερον ἄνδρα λαβοῦσα εὐδαιμονέστερον ἐμοῦ, οὔθ᾽ ὑμῶν, τέκνα φίλτατα, πατήρ, ἀλλ᾽ ὀρφανοὶ καὶ ἔρημοι παρὰ [5] ταύταις, ἕως εἰς ἄνδρας ἔλθητε, τραφήσεσθε. ταῦτ᾽ εἰπὼν ἄλλ᾽ οὐθὲν οὔτε διοικησάμενος οὔτ᾽ ἐπιστείλας οὔθ᾽ ὅποι πορεύεται φράσας ἀπῆλθεν ἐκ τῆς οἰκίας μόνος, γυναῖκες, ἄδουλος, ἄπορος, οὐδὲ τὴν ἐφήμερον δύστηνος ἐκ τῶν ἑαυτοῦ χρημάτων τροφὴν ἐπαγόμενος. καὶ τέταρτον ἐνιαυτὸν ἤδη τοῦτον, ἐξ οὗ φεύγει τὴν πατρίδα, πάντας ἡμᾶς ἀλλοτρίους ἑαυτοῦ νενόμικεν, οὐ γράφων οὐθέν, οὐκ ἐπιστέλλων, οὐ [6] τὰ περὶ ἡμᾶς εἰδέναι βουλόμενος. πρὸς δὴ τοιαύτην ψυχὴν οὕτω σκληρὰν καὶ ἄτρωτον, Οὐαλερία, τίνα ἰσχὺν ἕξουσιν αἱ παρ᾽ ἡμῶν δεήσεις, αἷς οὔτ᾽ ἀσπασμῶν μετέδωκεν οὔτε φιλημάτων οὔτ᾽ ἄλλης φιλοφροσύνης [p. 187] οὐδεμιᾶς τὴν τελευταίαν πορευόμενος ἐκ τῆς οἰκίας ὁδόν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: