previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀκύλλιος μὲν οὖν ἅτερος τῶν ὑπάτων ἐν τῇ Πραινεστηνῶν χώρᾳ τὸν Ἑρνίκων στρατὸν ὑπομένοντα καταλαβὼν ἀντικατεστρατοπέδευσεν ὡς ἐδύνατο μάλιστ᾽ ἀγχοτάτω σταδίους ἀπὸ τῆς Ῥώμης ἀποσχὼν ὀλίγῳ πλείους διακοσίων: τρίτῃ δ᾽ ἀφ᾽ ἧς κατεστρατοπέδευσεν ἡμέρᾳ, προελθόντων ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων εἰς τὸ πεδίον ἐν τάξει καὶ τὰ σημεἶ ἀράντων τῆς μάχης, ἀντεξῆγε καὶ αὐτὸς τὴν δύναμιν ἐν κόσμῳ τε καὶ κατὰ τέλη. [2] ἐπεὶ δ᾽ ἀγχοῦ ἐγένοντο ἀλλήλων ἔθεον ἀλαλάξαντες ὁμόσε, πρῶτον μὲν οἱ ψιλοὶ σαυνίων τε βολαῖς καὶ τοξεύμασι καὶ λίθοις ἀπὸ σφενδόνης μαχόμενοι, καὶ πολλὰ τραύματα ἔδοσαν ἀλλήλοις: ἔπειτα ἱππεῖς ἱππεῦσι συρράττουσι κατ᾽ ἴλας ἐλαύνοντες καὶ τὸ πεζὸν τῷ πεζῷ κατὰ σπείρας μαχόμενον. ἔνθα δὴ καλὸς ἀγὼν ἦν ἐκθύμως ἀμφοτέρων ἀγωνιζομένων, καὶ μέχρι πολλοῦ διέμενον οὐδέτεροι τοῖς ἑτέροις τοῦ χωρίου, ἐν ἐτάχθησαν, εἴκοντες. ἔπειτα Ῥωμαίων ἤρξατο κάμνειν φάλαγξ, οἷα διὰ πολλοῦ τοῦ μεταξὺ χρόνου τότε πρῶτον ἠναγκασμένη ὁμιλεῖν πολέμῳ. [3] τοῦτο συνιδὼν Ἀκύλλιος ἐκέλευσε τοὺς ἀκμῆτας ἔτι καὶ εἰς αὐτὸ τοῦτο φυλαττομένους [p. 222] ὑπὸ τὰ κάμνοντα τῆς φάλαγγος ὑπελθεῖν μέρη, τοὺς δὲ τραυματίας καὶ τοὺς ἀπειρηκότας ὀπίσω τῆς φάλαγγος ἀπιέναι. οἱ δ᾽ Ἕρνικες ὡς ἔμαθον κινουμένους αὐτῶν τοὺς λόχους φυγῆς τ᾽ ἄρχειν τοὺς Ῥωμαίους ὑπέλαβον, καὶ παρακελευσάμενοι ἀλλήλοις ἐμβάλλουσι πυκνοῖς τοῖς λόχοις εἰς τὰ κινούμενα τῶν πολεμίων μέρη, καὶ οἱ ἀκραιφνεῖς τῶν Ῥωμαίων ἐπιόντας αὐτοὺς δέχονται: καὶ ἦν αὖθις ἐξ ὑπαρχῆς ἀμφοτέρων ἐκθύμως ἀγωνιζομένων μάχη καρτερά: καὶ γὰρ καὶ οἱ τῶν Ἑρνίκων ἐξεπληροῦντο λόχοι τοῖς ἀκμῆσιν ὑποπεμπομένοις εἰς τὰ κάμνοντα ὑπὸ τῶν ἡγεμόνων. [4] ἐπειδὴ δὲ περὶ δείλην ὀψίαν ἦν ἤδη, παρακαλέσας τοὺς ἱππεῖς ὕπατος νυνὶ δὴ ἄνδρας ἀγαθοὺς γενέσθαι, ἐμβάλλει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας αὐτὸς ἡγούμενος τῆς ἴλης. οἱ δ᾽ ὀλίγον τινὰ δεξάμενοι χρόνον αὐτοὺς ἐγκλίνουσι, καὶ γίνεται φόνος ἐνταῦθα πολύς. τὸ μὲν οὖν δεξιὸν τῶν Ἑρνίκων κέρας ἐπόνει τ᾽ ἤδη καὶ ἐξέλειπε τὴν τάξιν, τὸ δ᾽ εὐώνυμον ἔτι ἀντεῖχε καὶ περιῆν τοῦ Ῥωμαίων δεξιοῦ: μετ᾽ ὀλίγον μέντοι καὶ τοῦτ᾽ ἐνέδωκεν. [5] γὰρ Ἀκύλλιος τοὺς ἀρίστους τῶν νέων ἐπαγόμενος παρεβοήθει κἀκεῖ παραθαρρύνων τε καὶ ἐξ ὀνόματος ἀνακαλῶν τοὺς εἰωθότας ἐν ταῖς πρὶν ἀριστεύειν μάχαις, τά τε σημεῖα τῶν λόχων, ὅσοι μὴ ἐρρωμένως ἐδόκουν ἀμύνεσθαι, παρὰ τῶν σημειοφόρων ἁρπάζων εἰς μέσους ἐρρίπτει τοὺς πολεμίους, ἵνα τὸ δέος αὐτοὺς τῆς ἐννόμου τιμωρίας, εἰ μὴ ἀνασώσαιντο τὰς σημαίας, ἄνδρας ἀγαθοὺς εἶναι [p. 223] ἀναγκάσῃ: τῷ τε κάμνοντι αὐτὸς παρεβοήθει μέρει ἀεί, τέως ἐξέωσε τῆς στάσεως καὶ θάτερον κέρας. ψιλωθέντων δὲ τῶν ἄκρων οὐδὲ τὰ μέσα παρέμεινε. [6] φυγὴ δὴ τῶν Ἑρνίκων τὸ μετὰ τοῦτ᾽ ἐγίνετο ἐπὶ τὸν χάρακα τεταραγμένη τε καὶ ἄκοσμος, καὶ οἱ Ῥωμαῖοι αὐτοῖς κτείνοντες ἠκολούθουν. τοσαύτη δ᾽ ἄρα προθυμία παρὰ τὸν τότ᾽ ἀγῶνα τῇ Ῥωμαίων στρατιᾷ ἐνέπεσεν, ὥστε καὶ τοῦ χάρακος τῶν πολεμίων πειρᾶσθαί τινας ἐπιβαίνειν ὡς ἐξ ἐφόδου χειρωσομένους: ὧν οὐκ ἀσφαλῆ τὴν προθυμίαν οὐδ᾽ ἐν τῷ συμφέροντι γιγνομένην ὁρῶν ὕπατος, σημαίνειν κελεύσας τὸ ἀνακλητικὸν κατεβίβασε τοὺς ὁμόσε χωροῦντας ἄκοντας ἀπὸ τῶν ἐρυμάτων, δείσας, μὴ ἐξ ὑπερδεξιῶν βαλλόμενοι σὺν αἰσχύνῃ τε καὶ μετὰ μεγάλης βλάβης ἀναγκασθῶσιν ὑποχωρεῖν, ἔπειτα καὶ τὴν ἐκ τῆς προτέρας νίκης εὔκλειαν ἀφανίσωσι. τότε μὲν οὖν ἤδη καὶ γὰρ ἦν περὶ δύσιν ἡλίου: χαίροντές τε καὶ παιανίζοντες οἱ Ῥωμαῖοι κατεστρατοπέδευσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: