previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῷ δ᾽ ἑξῆς ἔτει περὶ τὰς θερινὰς μάλιστα [p. 318] τροπὰς Σεξτιλίου μηνὸς παραλαμβάνουσι τὴν ὑπατείαν ἄνδρες ἔμπειροι πολέμων Σερούιός τε Σερουίλιος καὶ Αὖλος Οὐεργίνιος, οἷς πρὸς τοὺς Τυρρηνοὺς πόλεμος καίτοι μέγας καὶ χαλεπὸς ὢν χρυσὸς ἐφαίνετο παρὰ τὸν ἐντὸς τείχους ἐξεταζόμενος. ἀσπόρου γὰρ τῆς χώρας ἐν τῷ παρελθόντι χειμῶνι διὰ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον ὄρους καὶ τὰς συνεχεῖς καταδρομὰς γενομένης, καὶ οὐδὲ τῶν ἐμπόρων ἔτι τὰς ἔξωθεν ἐπεισαγόντων ἀγορὰς σπάνις ἰσχυρὰ σίτου τὴν Ῥώμην κατέσχε μεστὴν οὖσαν ὄχλου τοῦ τε κατοικιδίου καὶ [2] τοῦ συνερρυηκότος ἐκ τῶν ἀγρῶν. τῶν μὲν γὰρ ἐν ἥβῃ πολιτῶν ὑπὲρ τὰς ἕνδεκα μυριάδας ἦσαν, ὡς ἐκ τῆς ἔγγιστα τιμήσεως εὑρέθη, γυναικῶν δὲ καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ ἐργαζομένων τὰς βαναύσους τέχνας μετοίκωνοὐδενὶ γὰρ ἐξῆν Ῥωμαίων οὔτε κάπηλον οὔτε χειροτέχνην βίον ἔχεινοὐκ ἔλαττον τριπλάσιον τοῦ πολιτικοῦ πλήθους: οὓς οὐκ ἦν παραμυθήσασθαι ῥᾴδιον ἀγανακτοῦντας ἐπὶ τῷ πάθει καὶ συντρέχοντας εἰς τὴν ἀγορὰν καὶ καταβοῶντας τῶν ἐν τοῖς τέλεσιν, ἐπί τε τὰς οἰκίας τῶν πλουσίων κατὰ πλῆθος ὠθουμένους, καὶ διαρπάζειν ἐπιχειροῦντας ἄτερ ὠνῆς τὰς ἀποκειμένας αὐτοῖς τροφάς. [3] οἱ δὲ δήμαρχοι συνάγοντες αὐτοὺς εἰς ἐκκλησίαν καὶ κατηγοροῦντες τῶν πατρικίων ὡς αἰεί τι κακὸν [p. 319] ἐπὶ τοῖς πένησι μηχανωμένων, καὶ πάνθ᾽, ὅσα πώποτε δεινὰ συνέβη κατὰ τὴν ἀτέκμαρτόν τε καὶ ἀφύλακτον ἀνθρώποις τύχην, ἐκείνων ἔργα λέγοντες, [4] ὑβριστὰς εἶναι πικροὺς ἐξειργάσαντο. τοιούτοις συνεχόμενοι κακοῖς οἱ ὕπατοι πέμπουσι τοὺς συνωνησομένους σῖτον ἐκ τῶν σύνεγγυς τόπων μετὰ πολλῶν χρημάτων, καὶ τὸν ἐν ταῖς οἰκίαις ἔταξαν εἰς τὸ δημόσιον ἀναφέρειν τοὺς εἰς τὸν ἑαυτῶν βίον πλείονα τοῦ μετρίου παραθεμένους, τιμὴν ὁρίσαντες ἀποχρῶσαν. ταῦτα δὴ καὶ ἄλλα πολλὰ μηχανώμενοι τοιαῦτα ἐπέσχον τῶν πενήτων τὰς παρανομίας καὶ ἀναστροφὴν ἔλαβον τῆς εἰς τὸν πόλεμον παρασκευῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: