previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

σκολιώτερα δὲ τούτων ἐστὶ καὶ μετὰ ταῦτα τίθησιν: “ἐν δὲ τῷ παρατυχόντι φθάσας θαρρῆσαι εἰ ἴδοι ἄφρακτον, ἥδιον διὰ τὴν πίστιν ἐτιμωρεῖτο ἀπὸ τοῦ προφανοῦς: καὶ τό τε ἀσφαλὲς ἐλογίζετο, καὶ ὅτι ἀπάτῃ περιγενόμενος συνέσεως ἀγώνισμα προσελάμβανε:” τὸ δὴπαρατυχόνἀντὶ τοῦπαραχρῆμακεῖται, τό τεἄφρακτονἀντὶ τοῦἀφυλάκτουκαὶ τὸἥδιον τιμωρεῖσθαι διὰ τὴν πίστιν μᾶλλον ἀπὸ τοῦ προφανοῦςσκοτεινῶς περιπέφρασται, καὶ ἐλλείπει τι μόριον εἰς τὸ συμπληρωθῆναι τὴν νόησιν. εἰκάζειν δὲ ἔστιν, ὅτι τοῦτο βούλεται λέγειν: “εἰ δέ που παρατύχοι τινὶ καιρὸς καὶ μάθοι τὸν ἐχθρὸν ἀφύλακτον, ἥδιον ἐτιμωρεῖτο, ὅτι πιστεύσαντι ἐπέθετο μᾶλλον φυλαττομένῳ: καὶ συνέσεως δόξαν προσελάμβανε, τό τε ἀσφαλὲς λογιζόμενος καὶ ὅτι διὰ τὴν ἀπάτην αὐτοῦ περιεγένετο.” “ῥᾷον δ᾽ οἱ πολλοὶ κακοῦργοι[p. 379] φησίνὄντες δεξιοὶ κέκληνται ἀμαθεῖς ἀγαθοί, καὶ τῷ μὲν αἰσχύνονται, ἐπὶ δὲ τῷ ἀγάλλονται”: ταῦτα γὰρ ἀγκύλως μὲν εἴρηται καὶ βραχέως, ἐν ἀφανεῖ δὲ κείμενον ἔχει τὸ σημαινόμενον. χαλεπὸν γὰρ μαθεῖν, τίνας δή ποτε νοεῖ τοὺς ἀμαθεῖς τε καὶ ἀγαθούς: εἴ τε γὰρ ἀντιδιαστέλλεται πρὸς τοὺς κακούργους, οὐκ ἂν εἴησαν ἀμαθεῖς οἱ μὴ κακοί: εἴ τ᾽ ἐπὶ τῶν ἀνοήτων καὶ ἀφρόνων τίθησι τοὺς ἀμαθεῖς, κατὰ τί δή ποτε τούτους ἀγαθοὺς καλεῖ; “καὶ τῷ μὲν αἰσχύνονταιτίνες; ἄδηλον γὰρ πότερον ἀμφότεροι οἱ ἀμαθεῖς. “ἐπὶ δὲ τῷ ἀγάλλονταικἀνταῦθα ἄδηλον, τίνες: εἰ μὲν γὰρ ἐπ᾽ ἀμφοτέρων τίθησιν, οὐκ ἔχει νοῦν: οὔτε γὰρ ἐπὶ τοῖς κακούργοις οἱ ἀγαθοὶ ἀγάλλονται οὔτ᾽ ἐπὶ τοῖς ἀμαθέσιν οἱ κακοῦργοι αἰσχύνονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: