previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐχ ἅπαντα πέφυκε τὰ μέρη τῆς λέξεως ὁμοίως διατιθέναι τὴν ἀκοήν, ὥσπερ οὐδὲ τὴν ὁρατικὴν αἴσθησιν τὰ ὁρατὰ πάντα οὐδὲ τὴν γευστικὴν τὰ γευστὰ οὐδὲ τὰς ἄλλας αἰσθήσεις τὰ κινοῦντα ἑκάστην: ἀλλὰ καὶ γλυκαίνουσιν αὐτήν τινες ἦχοι καὶ [p. 44] πικραίνουσι, καὶ τραχύνουσι καὶ λεαίνουσι, καὶ πολλὰ ἄλλα πάθη ποιοῦσι περὶ αὐτήν. αἰτία δὲ τε τῶν γραμμάτων φύσις ἐξ ὧν φωνὴ συνέστηκεν, πολλὰς καὶ διαφόρους ἔχουσα δυνάμεις, καὶ τῶν συλλαβῶν πλοκὴ παντοδαπῶς σχηματιζομένη. τοιαύτην δὴ δύναμιν ἐχόντων τῶν τῆς λέξεως μορίων ἐπειδὴ μεταθεῖναι τὴν ἑκάστου φύσιν οὐχ οἷόν τε, λείπεται τὸ τῇ μίξει καὶ κράσει καὶ παραθέσει συγκρύψαι τὴν παρακολουθοῦσαν αὐτῶν τισιν ἀτοπίαν, τραχέσι λεῖα μίσγοντα καὶ σκληροῖς μαλακὰ καὶ κακοφώνοις εὔφωνα καὶ δυσεκφόροις εὐπρόφορα καὶ βραχέσι μακρά, καὶ τἆλλα τὸν αὐτὸν τρόπον εὐκαίρως συντιθέντα καὶ μήτ᾽ ὀλιγοσύλλαβα πολλὰ ἑξῆς λαμβάνοντακόπτεται γὰρ ἀκρόασιςμήτε πολυσύλλαβα πλείω τῶν ἱκανῶν, μηδὲ δὴ ὁμοιότονα παρ᾽ ὁμοιοτόνοις μηδ᾽ ὁμοιόχρονα παρ᾽ ὁμοιοχρόνοις. χρὴ δὲ καὶ τὰς πτώσεις τῶν ὀνοματικῶν ταχὺ μεταλαμβάνεινμηκυνόμεναι γὰρ ἔξω τοῦ μετρίου πάνυ προσίστανται ταῖς ἀκοαῖςκαὶ τὴν ὁμοιότητα διαλύειν συνεχῶς ὀνομάτων τε τῶν ἑξῆς τιθεμένων πολλῶν καὶ ῥημάτων καὶ τῶν ἄλλων μερῶν τὸν κόρον [p. 45] φυλαττομένους, σχήμασί τε μὴ ἐπὶ τοῖς αὐτοῖς ἀεὶ μένειν ἀλλὰ θαμινὰ μεταβάλλειν καὶ τρόπους μὴ τοὺς αὐτοὺς ἐπεισφέρειν, ἀλλὰ ποικίλλειν, μηδὲ δὴ ἄρχεσθαι πολλάκις ἀπὸ τῶν αὐτῶν μηδὲ λήγειν εἰς τὰ αὐτὰ ὑπερτείνοντας τὸν ἑκατέρου καιρόν.

καὶ μηδεὶς οἰηθῇ με καθάπαξ ταῦτα παραγγέλλειν ὡς ἡδονῆς αἴτια διὰ παντὸς ἐσόμενα τἀναντία ὀχλήσεως: οὐχ οὕτως ἀνόητός εἰμι: οἶδα γὰρ ἐξ ἀμφοῖν γινομένην πολλάκις ἡδονήν, τοτὲ μὲν ἐκ τῶν ὁμοιογενῶν, τοτὲ δὲ ἐκ τῶν ἀνομοιογενῶν: ἀλλ᾽ ἐπὶ πάντων οἴομαι δεῖν τὸν καιρὸν θηρᾶν: οὗτος γὰρ ἡδονῆς καὶ ἀηδίας κράτιστον μέτρον. καιροῦ δὲ οὔτε ῥήτωρ οὐδεὶς οὔτε φιλόσοφος εἰς τόδε γε τέχνην ὥρισεν, οὐδ᾽ ὅσπερ πρῶτος ἐπεχείρησε περὶ αὐτοῦ γράφειν Γοργίας Λεοντῖνος οὐδὲν τι καὶ λόγου ἄξιον ἔγραψεν: οὐδ᾽ ἔχει φύσιν τὸ πρᾶγμα εἰς καθολικὴν καὶ ἔντεχνόν τινα περίληψιν πεσεῖν, οὐδ᾽ ὅλως ἐπιστήμῃ θηρατός ἐστιν καιρὸς ἀλλὰ δόξῃ. ταύτην δ᾽ οἱ μὲν ἐπὶ πολλῶν καὶ πολλάκις γυμνάσαντες ἄμεινον τῶν ἄλλων εὑρίσκουσιν αὐτόν, οἱ δ᾽ ἀγύμναστον ἀφέντες σπανιώτερον καὶ ὥσπερ ἀπὸ τύχης. [p. 46]

ἵνα δὲ καὶ περὶ τῶν ἄλλων εἴπω, ταῦτ᾽ οἴομαι χρῆναι φυλάττειν ἐν τῇ συνθέσει τὸν μέλλοντα διαθήσειν τὴν ἀκοὴν ἡδέως: τὰ εὐμελῆ καὶ εὔρυθμα καὶ εὔφωνα ὀνόματα, ὑφ᾽ ὧν γλυκαίνεταί τε καὶ ἐκμαλάττεται καὶ τὸ ὅλον οἰκείως διατίθεται αἴσθησις, ταῦτα ἀλλήλοις συναρμόττειν, τὰ μὴ τοιαύτην ἔχοντα φύσιν ἐγκαταπλέκειν τε καὶ συνυφαίνειν τοῖς δυναμένοις αὐτὴν γοητεύειν, ὥστε ὑπὸ τῆς ἐκείνων χάριτος ἐπισκοτεῖσθαι τὴν τούτων ἀηδίαν: οἷόν τι ποιοῦσιν οἱ φρόνιμοι στρατηλάται κατὰ τὰς συντάξεις τῶν στρατευμάτων: καὶ γὰρ ἐκεῖνοι ἐπικρύπτουσι τοῖς ἰσχυροῖς τὰ ἀσθενῆ, καὶ γίνεται αὐτοῖς οὐδὲν τῆς δυνάμεως ἄχρηστον. διαναπαύειν δὲ τὴν ταυτότητά φημι δεῖν μεταβολὰς εὐκαίρους εἰσφέροντα: καὶ γὰρ μεταβολὴ παντὸς ἔργου χρῆμα ἡδύ. τελευταῖον δὲ δὴ καὶ πάντων κράτιστον, οἰκείαν ἀποδιδόναι τοῖς ὑποκειμένοις καὶ πρέπουσαν ἁρμονίαν. δυσωπεῖσθαι δ᾽ οὐδὲν οἴομαι δεῖν οὔτε ὄνομα οὔτε ῥῆμα, τι καὶ τέτριπται, μὴ σὺν αἰσχύνῃ λέγεσθαι μέλλον: οὐδὲν γὰρ οὕτω ταπεινὸν ῥυπαρὸν ἄλλην τινὰ δυσχέρειαν ἔχον ἔσεσθαί φημι λόγου μόριον, σημαίνεταί τι σῶμα [p. 47] πρᾶγμα, μηδεμίαν ἕξει χώραν ἐπιτηδείαν ἐν λόγοις. παρακελεύομαι δὲ τῇ συνθέσει πιστεύοντας ἀνδρείως πάνυ καὶ τεθαρρηκότως αὐτὰ ἐκφέρειν Ὁμήρῳ τε παραδείγματι χρώμενος, παρ᾽ καὶ τὰ εὐτελέστατα κεῖται τῶν ὀνομάτων, καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ τοῖς ἄλλοις, ὧν ὀλίγον ὕστερον μνησθήσομαι καθ᾽ τι ἂν ἁρμόττῃ περὶ ἑκάστου. ταῦτά μοι περὶ τῆς ἡδείας εἰρήσθω συνθέσεως, ὀλίγα μὲν ἀπὸ πολλῶν θεωρημάτων, ἱκανὰ δὲ ὡς κεφάλαια εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: