previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δοκεῖ μοι τῆς συνθετικῆς ἐπιστήμης τρία ἔργα εἶναι: ἓν μὲν ἰδεῖν, τί μετὰ τίνος ἁρμοζόμενον πέφυκε καλὴν καὶ ἡδεῖαν λήψεσθαι συζυγίαν: ἕτερον δὲ γνῶναι τῶν ἁρμόττεσθαι μελλόντων πρὸς ἄλληλα πῶς ἂν ἕκαστον σχηματισθὲν κρείττονα ποιήσειε φαίνεσθαι τὴν ἁρμονίαν: τρίτον δ᾽ εἴ τι δεῖται μετασκευῆς τῶν λαμβανομένων, ἀφαιρέσεως λέγω καὶ προσθήκης καὶ [p. 28] ἀλλοιώσεως, γνῶναί τε καὶ πρὸς τὴν μέλλουσαν χρείαν οἰκείως ἐξεργάσασθαι. τι δὲ τούτων ἕκαστον δύναται, σαφέστερον ἐρῶ χρησάμενος εἰκόσι τῶν δημιουργικῶν τεχνῶν τισιν ἃς ἅπαντες ἴσασιν, οἰκοδομικῇ λέγω καὶ ναυπηγικῇ καὶ ταῖς παραπλησίαις: τε γὰρ οἰκοδόμος ὅταν πορίσηται τὴν ὕλην ἐξ ἧς μέλλει κατασκευάζειν τὴν οἰκίαν, λίθους καὶ ξύλα καὶ κέραμον καὶ τἆλλα πάντα, συντίθησιν ἐκ τούτων ἤδη τὸ ἔργον τρία ταῦτα πραγματευόμενος, ποίῳ δεῖ λίθῳ τε καὶ ξύλῳ καὶ πλίνθῳ ποῖον ἁρμόσαι λίθον ξύλον πλίνθον, ἔπειτα πῶς τῶν ἁρμοζομένων ἕκαστον καὶ ἐπὶ ποίας πλευρᾶς ἑδράσαι, καὶ τρίτον, εἴ τι δύσεδρόν ἐστιν, ἀποκροῦσαι καὶ περικόψαι καὶ αὐτὸ τοῦτο εὔεδρον ποιῆσαι: τε ναυπηγὸς τὰ αὐτὰ ταῦτα πραγματεύεται. τὰ δὴ παραπλήσιά φημι δεῖν καὶ τοὺς μέλλοντας εὖ συνθήσειν τὰ τοῦ λόγου μόρια, πρῶτον μὲν σκοπεῖν, ποῖον ὄνομα ῥῆμα τῶν ἄλλων τι μορίων ποίῳ συνταχθὲν ἐπιτηδείως ἔσται κείμενον καὶ πῶς εὖ ἄμεινονοὐ γὰρ δὴ πάντα γε μετὰ πάντων τιθέμενα πέφυκεν ὁμοίως διατιθέναι τὰς ἀκοάς): ἔπειτα διακρίνειν, πῶς σχηματισθὲν τοὔνομα τὸ ῥῆμα τῶν ἄλλων τι δή ποτε χαριέστερον ἱδρυθήσεται καὶ πρὸς τὰ ὑποκείμενα [p. 29] πρεπωδέστερον: λέγω δὲ ἐπὶ μὲν τῶν ὀνομάτων, πότερον ἑνικῶς πληθυντικῶς λαμβανόμενα κρείττω λήψεται συζυγίαν, καὶ πότερον κατὰ τὴν ὀρθὴν ἐκφερόμενα πτῶσιν κατὰ τῶν πλαγίων τινά, καὶ εἴ τινα πέφυκεν ἐξ ἀρρενικῶν γίνεσθαι θηλυκὰ ἐκ θηλυκῶν ἀρρενικὰ οὐδέτερα ἐκ τούτων, πῶς ἂν ἄμεινον σχηματισθείη, καὶ πάντα τὰ τοιαῦτα: ἐπὶ δὲ τῶν ῥημάτων, πότερα κρείττω λαμβανόμενα ἔσται, τὰ ὀρθὰ τὰ ὕπτια, καὶ κατὰ ποίας ἐγκλίσεις ἐκφερόμενα, ἃς δή τινες πτώσεις ῥηματικὰς καλοῦσι, κρατίστην ἕδραν λήψεται, καὶ ποίας παρεμφαίνοντα διαφορὰς χρόνων καὶ εἴ τινα τοῖς ῥήμασιν ἄλλα παρακολουθεῖν πέφυκετὰ δ᾽ αὐτὰ ταῦτα καὶ ἐπὶ τῶν ἄλλων τοῦ λόγου μερῶν φυλακτέον, ἵνα μὴ καθ᾽ ἓν ἕκαστον λέγω): ἐπὶ δὲ τούτοις τὰ ληφθέντα διακρίνειν, εἴ τι δεῖται μετασκευῆς ὄνομα ῥῆμα, πῶς ἂν ἐναρμονιώτερόν τε καὶ εὐεδρότερον γένοιτο: τοῦτο τὸ στοιχεῖον ἐν μὲν ποιητικῇ δαψιλέστερόν ἐστιν, ἐν δὲ λόγοις πεζοῖς σπανιώτερον: πλὴν γίνεταί γε καὶ ἐν τούτοις ἐφ᾽ ὅσον ἂν ἐγχωρῇ: τε γὰρ λέγωνεἰς τουτονὶ τὸν ἀγῶναπροστέθηκέ τι τῇ ἀντωνυμίᾳ γράμμα τῆς συνθέσεως στοχαζόμενος: ἄρτιον γὰρ ἦν [p. 30]εἰς τοῦτον τὸν ἀγῶναεἰπεῖν: καὶ πάλιν λέγωνκατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτήντῇ προθέσει παρηύξηκεν τοὔνομα, τὸ γὰρ ἰδὼν ἀπέχρη: καὶ γράφωνμήτ᾽ ἰδίας ἔχθρας μηδεμιᾶς ἕνεχ᾽ ἥκεινταῖς συναλοιφαῖς ἠλάττωκε τὰ μόρια τοῦ λόγου κἀποκέκρουκέ τινα τῶν γραμμάτων: καὶ ἀντὶ τοῦ ἐποίησενἐποίησελέγων χωρὶς τοῦ ν καὶἔγραψεἀντὶ τοῦ ἔγραψεν λέγων καὶἀφαιρήσομαιἀντὶ τοῦ ἀφαιρεθήσομαι καὶ πάντα τὰ τοιαῦτα, τ᾽ἐχωροφίλησελέγων τὸ ἐφιλοχώρησε καὶλελύσεταιτὸ λυθήσεται καὶ τὰ τοιουτότροπα μετασκευάζει τὰς λέξεις, ἵν᾽ αὐτῷ γένοιντο ἁρμοσθῆναι καλλίους καὶ ἐπιτηδειότεραι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: