previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Προμηθεύς

μὴν ἔτι Ζεύς, καίπερ αὐθάδης φρενῶν,
ἔσται ταπεινός, οἷον ἐξαρτύεται
γάμον γαμεῖν, ὃς αὐτὸν ἐκ τυραννίδος
910θρόνων τ᾽ ἄιστον ἐκβαλεῖ: πατρὸς δ᾽ ἀρὰ
Κρόνου τότ᾽ ἤδη παντελῶς κρανθήσεται,
ἣν ἐκπίτνων ἠρᾶτο δηναιῶν θρόνων.
τοιῶνδε μόχθων ἐκτροπὴν οὐδεὶς θεῶν
δύναιτ᾽ ἂν αὐτῷ πλὴν ἐμοῦ δεῖξαι σαφῶς.
915ἐγὼ τάδ᾽ οἶδα χᾦ τρόπῳ. πρὸς ταῦτά νυν
θαρσῶν καθήσθω τοῖς πεδαρσίοις κτύποις
πιστός, τινάσσων τ᾽ ἐν χεροῖν πύρπνουν βέλος.
οὐδὲν γὰρ αὐτῷ ταῦτ᾽ ἐπαρκέσει τὸ μὴ οὐ
πεσεῖν ἀτίμως πτώματ᾽ οὐκ ἀνασχετά:
920τοῖον παλαιστὴν νῦν παρασκευάζεται
ἐπ᾽ αὐτὸς αὑτῷ, δυσμαχώτατον τέρας:
ὃς δὴ κεραυνοῦ κρείσσον᾽ εὑρήσει φλόγα,
βροντῆς θ᾽ ὑπερβάλλοντα καρτερὸν κτύπον:
θαλασσίαν τε γῆς τινάκτειραν νόσον
925τρίαιναν, αἰχμὴν τὴν Ποσειδῶνος, σκεδᾷ.
πταίσας δὲ τῷδε πρὸς κακῷ μαθήσεται
ὅσον τό τ᾽ ἄρχειν καὶ τὸ δουλεύειν δίχα.

Χορός

σύ θην χρῄζεις, ταῦτ᾽ ἐπιγλωσσᾷ Διός.

Προμηθεύς

ἅπερ τελεῖται, πρὸς δ᾽ βούλομαι λέγω.

Χορός

930καὶ προσδοκᾶν χρὴ δεσπόσειν Ζηνός τινα;

Προμηθεύς

καὶ τῶνδέ γ᾽, ἕξει δυσλοφωτέρους πόνους.

Χορός

πῶς δ᾽ οὐχὶ ταρβεῖς τοιάδ᾽ ἐκρίπτων ἔπη;

Προμηθεύς

τί δ᾽ ἂν φοβοίμην θανεῖν οὐ μόρσιμον;

Χορός

ἀλλ᾽ ἆθλον ἄν σοι τοῦδ᾽ ἔτ᾽ ἀλγίω πόροι.

Προμηθεύς

935 δ᾽ οὖν ποιείτω: πάντα προσδοκητά μοι.

Χορός

οἱ προσκυνοῦντες τὴν Ἀδράστειαν σοφοί.

Προμηθεύς

σέβου, προσεύχου, θῶπτε τὸν κρατοῦντ᾽ ἀεί.
ἐμοὶ δ᾽ ἔλασσον Ζηνὸς μηδὲν μέλει.
δράτω, κρατείτω τόνδε τὸν βραχὺν χρόνον,
940ὅπως θέλει: δαρὸν γὰρ οὐκ ἄρξει θεοῖς.
ἀλλ᾽ εἰσορῶ γὰρ τόνδε τὸν Διὸς τρόχιν,
τὸν τοῦ τυράννου τοῦ νέου διάκονον:
πάντως τι καινὸν ἀγγελῶν ἐλήλυθεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: