previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡμιχόριον Α

τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
370πευθώ τιν᾽ ἡμῖν, φίλαι, νέαν φέρει,
σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.

Ἡμιχόριον Β

καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος
εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν:
σπουδὴ δὲ καὶ τοῦδ᾽ οὐκ ἀπαρτίζει πόδα.

Ἄγγελος

375λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
ὥς τ᾽ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
μάντις: οὐ γὰρ σφάγια γίγνεται καλά.
380Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ:
θείνει δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους
385σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δ᾽ ἔσω
χαλκήλατοι κλάζουσι κώδωνες φόβον:
ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,
φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον:
λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
390πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς
βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
395τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;

Ἐτεοκλής

κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,
οὐδ᾽ ἑλκοποιὰ γίγνεται τὰ σήματα:
λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.
400καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος
ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
τάχ᾽ ἂν γένοιτο μάντις ἀνοία τινί.
εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,
τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε
405γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,
καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.
ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
410τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.
αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,
Μελάνιππος: ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ:
415Δίκη δ᾽ ὁμαίμων κάρτα νιν προστέλλεται
εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1315
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1316
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: