previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄγγελος

τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος:
ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
490ἔφριξα δινήσαντος: οὐκ ἄλλως ἐρῶ.
σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν
ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα
λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν:
495ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
προσηδάφισται κοιλογάστορος κύκλου.
αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει
βακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.
τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον:
500Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.

Ἐτεοκλής

πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽ ἀγχίπτολις,
πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν,
εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον:
Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
505ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
οὔτ᾽ εἶδος οὔτε θυμὸν οὐδ᾽ ὅπλων σχέσιν
μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.
ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,
510ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων
θεούς: μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,
Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος
σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων:
κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
515τοιάδε μέντοι προσφίλεια δαιμόνων:
πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων,
εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ:
εἰκὸς δὲ πράξειν ἄνδρας ὧδ᾽ ἀντιστάτας,
Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος
520σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
  • Commentary references to this page (3):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1278
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 131
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Philoctetes, 491
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: