previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄγγελος

οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,
τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος:
ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
530σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον,
μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
Διός: τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ:
στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,
535ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.
δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται.
οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις:
τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
540σάκει, κυκλωτῷ σώματος προβλήματι,
Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην
γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα,
ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.
545ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην,
μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν πόρον,
Παρθενοπαῖος Ἀρκάς: δὲ τοιόσδ᾽ ἀνὴρ
μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς,
πύργοις ἀπειλεῖ τοῖσδ᾽ μὴ κραίνοι θεός.

Ἐτεοκλής

550εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν:
τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.
ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,
ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,
555Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου:
ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
ἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,
οὐδ᾽ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκους
εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος:
560 'ξωθεν εἴσω τῷ φέροντι μέμψεται,
πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.
θεῶν θελόντων τἂν ἀληθεύσαιμ᾽ ἐγώ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 842
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: