previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄγγελος

τὸν ἕβδομον δὴ τόνδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις
λέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλει
οἵας ἀρᾶται καὶ κατεύχεται τύχας:
πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
635ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας,
σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλάτην
φυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.
τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
640καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκος
διπλοῦν τε σῆμα προσμεμηχανημένον.
χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
645ἄγει γυνή τις σωφρόνως ἡγουμένη.
Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα
λέγεικατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν
ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.’

τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.
650σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ:
ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων
μέμψῃ, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.

Ἐτεοκλής

θεομανές τε καὶ θεῶν μέγα στύγος,
655 πανδάκρυτον ἁμὸν Οἰδίπου γένος:
ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,
μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.
ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,
τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,
660εἴ νιν κατάξει χρυσότευκτα γράμματα
ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
εἰ δ᾽ Διὸς παῖς παρθένος Δίκη παρῆν
ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν:
ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
665οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω,
οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος,
Δίκη προσεῖδε καὶ κατηξιώσατο:
οὐδ᾽ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.
670 δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος
Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
αὐτός: τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,
675ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος
κνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.

Χορός

μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ
ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ:
ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
680ἐς χεῖρας ἐλθεῖν: αἷμα γὰρ καθάρσιον.
ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος,
οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.

Ἐτεοκλής

εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
ἔστω: μόνον γὰρ κέρδος ἐν τεθνηκόσι:
685κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: