previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶν
ξυνῆκα καὶ πέφρικα, καὶ φόβος μ᾽ ἔχει
κλύοντ᾽ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.
1245τὰ δ᾽ ἄλλ᾽ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.

Κασάνδρα

Ἀγαμέμνονός σέ φημ᾽ ἐπόψεσθαι μόρον.

Χορός

εὔφημον, τάλαινα, κοίμησον στόμα.

Κασάνδρα

ἀλλ᾽ οὔτι παιὼν τῷδ᾽ ἐπιστατεῖ λόγῳ.

Χορός

οὔκ, εἴπερ ἔσται γ᾽: ἀλλὰ μὴ γένοιτό πως.

Κασάνδρα

1250σὺ μὲν κατεύχῃ, τοῖς δ᾽ ἀποκτείνειν μέλει.

Χορός

τίνος πρὸς ἀνδρὸς τοῦτ᾽ ἄγος πορσύνεται;

Κασάνδρα

κάρτα τἄρ᾽ ἂν παρεκόπης χρησμῶν ἐμῶν

Χορός

τοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.

Κασάνδρα

καὶ μὴν ἄγαν γ᾽ Ἕλλην᾽ ἐπίσταμαι φάτιν.

Χορός

1255καὶ γὰρ τὰ πυθόκραντα: δυσμαθῆ δ᾽ ὅμως.

Κασάνδρα

παπαῖ, οἷον τὸ πῦρ: ἐπέρχεται δέ μοι.
ὀτοτοῖ, Λύκει᾽ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.
αὕτη δίπους λέαινα συγκοιμωμένη
λύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,
1260κτενεῖ με τὴν τάλαιναν: ὡς δὲ φάρμακον
τεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳ
ἐπεύχεται, θήγουσα φωτὶ φάσγανον
ἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.
τί δῆτ᾽ ἐμαυτῆς καταγέλωτ᾽ ἔχω τάδε,
1265καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;
σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.
ἴτ᾽ ἐς φθόρον: πεσόντα γ᾽ ὧδ᾽ ἀμείβομαι.
ἄλλην τιν᾽ ἄτης ἀντ᾽ ἐμοῦ πλουτίζετε.
ἰδοὺ δ᾽ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲ
1270χρηστηρίαν ἐσθῆτ᾽, ἐποπτεύσας δέ με
κἀν τοῖσδε κόσμοις καταγελωμένην μέγα
φίλων ὑπ᾽ ἐχθρῶν οὐ διχορρόπως, μάτην
καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτρια
πτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην
1275καὶ νῦν μάντις μάντιν ἐκπράξας ἐμὲ
ἀπήγαγ᾽ ἐς τοιάσδε θανασίμους τύχας.
βωμοῦ πατρῴου δ᾽ ἀντ᾽ ἐπίξηνον μένει,
θερμῷ κοπείσης φοινίῳ προσφάγματι.
οὐ μὴν ἄτιμοί γ᾽ ἐκ θεῶν τεθνήξομεν.
1280ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,
μητροκτόνον φίτυμα, ποινάτωρ πατρός:
φυγὰς δ᾽ ἀλήτης τῆσδε γῆς ἀπόξενος
κάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις:
ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,
1285ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.
τί δῆτ᾽ ἐγὼ κάτοικτος ὧδ᾽ ἀναστένω;
ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλιν
πράξασαν ὡς ἔπραξεν, οἳ δ᾽ εἷλον πόλιν
οὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,
1290ἰοῦσα πράξω: τλήσομαι τὸ κατθανεῖν.
Ἅιδου πύλας δὲ τάσδ᾽ ἐγὼ προσεννέπω:
ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,
ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμων
ἀπορρυέντων, ὄμμα συμβάλω τόδε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: