previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

Χορός

ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος:
δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίειν
260γυναῖκ᾽ ἐρημωθέντος ἄρσενος θρόνου.
σὺ δ᾽ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένη
εὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,
κλύοιμ᾽ ἂν εὔφρων: οὐδὲ σιγώσῃ φθόνος.

Κλυταιμήστρα

εὐάγγελος μέν, ὥσπερ παροιμία,
265ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.
πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν:
Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.

Χορός

πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας.

Κλυταιμήστρα

Τροίαν Ἀχαιῶν οὖσαν: τορῶς λέγω;

Χορός

270χαρά μ᾽ ὑφέρπει δάκρυον ἐκκαλουμένη.

Κλυταιμήστρα

εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.

Χορός

τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;

Κλυταιμήστρα

ἔστιν: τί δ᾽ οὐχί; μὴ δολώσαντος θεοῦ.

Χορός

πότερα δ᾽ ὀνείρων φάσματ᾽ εὐπιθῆ σέβεις;

Κλυταιμήστρα

275οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.

Χορός

ἀλλ᾽ σ᾽ ἐπίανέν τις ἄπτερος φάτις;

Κλυταιμήστρα

παιδὸς νέας ὣς κάρτ᾽ ἐμωμήσω φρένας.

Χορός

ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;

Κλυταιμήστρα

τῆς νῦν τεκούσης φῶς τόδ᾽ εὐφρόνης λέγω.

Χορός

280καὶ τίς τόδ᾽ ἐξίκοιτ᾽ ἂν ἀγγέλων τάχος;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1158
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: