previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.

Κῆρυξ

χαίρω γε: τεθνάναι δ᾽ οὐκέτ᾽ ἀντερῶ θεοῖς.

Χορός

540ἔρως πατρῴας τῆσδε γῆς σ᾽ ἐγύμνασεν;

Κῆρυξ

ὥστ᾽ ἐνδακρύειν γ᾽ ὄμμασιν χαρᾶς ὕπο.

Χορός

τερπνῆς ἄρ᾽ ἦτε τῆσδ᾽ ἐπήβολοι νόσου.

Κῆρυξ

πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.

Χορός

τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.

Κῆρυξ

545ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;

Χορός

ὡς πόλλ᾽ ἀμαυρᾶς ἐκ φρενός μ᾽ ἀναστένειν

Κῆρυξ

πόθεν τὸ δύσφρον τοῦτ᾽ ἐπῆν θυμῷ στύγος;

Χορός

πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.

Κῆρυξ

καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;

Χορός

550ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.

Κῆρυξ

εὖ γὰρ πέπρακται. ταῦτα δ᾽ ἐν πολλῷ χρόνῳ
τὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,
τὰ δ᾽ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶν
ἅπαντ᾽ ἀπήμων τὸν δι᾽ αἰῶνος χρόνον;
555μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,
σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δ᾽ οὐ
στένοντες, †οὐ λαχόντεςἤματος μέρος;
τὰ δ᾽ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος:
εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν:
560ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαι
δρόσοι κατεψάκαζον, ἔμπεδον σίνος
ἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.
χειμῶνα δ᾽ εἰ λέγοι τις οἰωνοκτόνον,
οἷον παρεῖχ᾽ ἄφερτον Ἰδαία χιών,
565 θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖς
κοίταις ἀκύμων νηνέμοις εὕδοι πεσών
τί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος:
παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιν
τὸ μήποτ᾽ αὖθις μηδ᾽ ἀναστῆναι μέλειν.
570τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,
τὸν ζῶντα δ᾽ ἀλγεῖν χρὴ τύχης παλιγκότου;
καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.
ἡμῖν δὲ τοῖς λοιποῖσιν Ἀργείων στρατοῦ
νικᾷ τὸ κέρδος, πῆμα δ᾽ οὐκ ἀντιρρέπει:
575ὡς κομπάσαι τῷδ᾽ εἰκὸς ἡλίου φάει
ὑπὲρ θαλάσσης καὶ χθονὸς ποτωμένοις:
Τροίαν ἑλόντες δή ποτ᾽ Ἀργείων στόλος
θεοῖς λάφυρα ταῦτα τοῖς καθ᾽ Ἑλλάδα
δόμοις ἐπασσάλευσαν ἀρχαῖον γάνος.’
580τοιαῦτα χρὴ κλύοντας εὐλογεῖν πόλιν
καὶ τοὺς στρατηγούς: καὶ χάρις τιμήσεται
Διὸς τόδ᾽ ἐκπράξασα.πάντ᾽ ἔχεις λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: