previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀγαμέμνων

Λήδας γένεθλον, δωμάτων ἐμῶν φύλαξ,
915ἀπουσίᾳ μὲν εἶπας εἰκότως ἐμῇ:
μακρὰν γὰρ ἐξέτεινας: ἀλλ᾽ ἐναισίμως
αἰνεῖν, παρ᾽ ἄλλων χρὴ τόδ᾽ ἔρχεσθαι γέρας:
καὶ τἄλλα μὴ γυναικὸς ἐν τρόποις ἐμὲ
ἅβρυνε, μηδὲ βαρβάρου φωτὸς δίκην
920χαμαιπετὲς βόαμα προσχάνῃς ἐμοί,
μηδ᾽ εἵμασι στρώσασ᾽ ἐπίφθονον πόρον
τίθει: θεούς τοι τοῖσδε τιμαλφεῖν χρεών:
ἐν ποικίλοις δὲ θνητὸν ὄντα κάλλεσιν
βαίνειν ἐμοὶ μὲν οὐδαμῶς ἄνευ φόβου.
925λέγω κατ᾽ ἄνδρα, μὴ θεόν, σέβειν ἐμέ.
χωρὶς ποδοψήστρων τε καὶ τῶν ποικίλων
κληδὼν ἀυτεῖ: καὶ τὸ μὴ κακῶς φρονεῖν
θεοῦ μέγιστον δῶρον. ὀλβίσαι δὲ χρὴ
βίον τελευτήσαντ᾽ ἐν εὐεστοῖ φίλῃ.
930εἰ πάντα δ᾽ ὣς πράσσοιμ᾽ ἄν, εὐθαρσὴς ἐγώ.

Κλυταιμήστρα

καὶ μὴν τόδ᾽ εἰπὲ μὴ παρὰ γνώμην ἐμοί.

Ἀγαμέμνων

γνώμην μὲν ἴσθι μὴ διαφθεροῦντ᾽ ἐμέ.

Κλυταιμήστρα

ηὔξω θεοῖς δείσας ἂν ὧδ᾽ ἔρδειν τάδε.

Ἀγαμέμνων

εἴπερ τις, εἰδώς γ᾽ εὖ τόδ᾽ ἐξεῖπον τέλος.

Κλυταιμήστρα

935τί δ᾽ ἂν δοκεῖ σοι Πρίαμος, εἰ τάδ᾽ ἤνυσεν;

Ἀγαμέμνων

ἐν ποικίλοις ἂν κάρτα μοι βῆναι δοκεῖ.

Κλυταιμήστρα

μή νυν τὸν ἀνθρώπειον αἰδεσθῇς ψόγον.

Ἀγαμέμνων

φήμη γε μέντοι δημόθρους μέγα σθένει.

Κλυταιμήστρα

δ᾽ ἀφθόνητός γ᾽ οὐκ ἐπίζηλος πέλει.

Ἀγαμέμνων

940οὔτοι γυναικός ἐστιν ἱμείρειν μάχης.

Κλυταιμήστρα

τοῖς δ᾽ ὀλβίοις γε καὶ τὸ νικᾶσθαι πρέπει.

Ἀγαμέμνων

καὶ σὺ νίκην τήνδε δήριος τίεις;

Κλυταιμήστρα

πιθοῦ: κράτος μέντοι πάρες γ᾽ ἑκὼν ἐμοί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.6.1
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: