previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κλυταιμήστρας Εἴδωλον

εὕδοιτ᾽ ἄν, ὠή, καὶ καθευδουσῶν τί δεῖ;
95ἐγὼ δ᾽ ὑφ᾽ ὑμῶν ὧδ᾽ ἀπητιμασμένη
ἄλλοισιν ἐν νεκροῖσιν, ὧν μὲν ἔκτανον
ὄνειδος ἐν φθιτοῖσιν οὐκ ἐκλείπεται,
αἰσχρῶς δ᾽ ἀλῶμαι: προυννέπω δ᾽ ὑμῖν ὅτι
ἔχω μεγίστην αἰτίαν κείνων ὕπο:
100παθοῦσα δ᾽ οὕτω δεινὰ πρὸς τῶν φιλτάτων,
οὐδεὶς ὑπέρ μου δαιμόνων μηνίεται,
κατασφαγείσης πρὸς χερῶν μητροκτόνων.
ὁρᾶτε πληγὰς τάσδε καρδίας ὅθεν.
εὕδουσα γὰρ φρὴν ὄμμασιν λαμπρύνεται,
105ἐν ἡμέρᾳ δὲ μοῖρ᾽ ἀπρόσκοπος βροτῶν.

πολλὰ μὲν δὴ τῶν ἐμῶν ἐλείξατε,
χοάς τ᾽ ἀοίνους, νηφάλια μειλίγματα,
καὶ νυκτίσεμνα δεῖπν᾽ ἐπ᾽ ἐσχάρᾳ πυρὸς
ἔθυον, ὥραν οὐδενὸς κοινὴν θεῶν.
110καὶ πάντα ταῦτα λὰξ ὁρῶ πατούμενα.
δ᾽ ἐξαλύξας οἴχεται νεβροῦ δίκην,
καὶ ταῦτα κούφως ἐκ μέσων ἀρκυστάτων
ὤρουσεν ὑμῖν ἐγκατιλλώψας μέγα.
ἀκούσαθ᾽ ὡς ἔλεξα τῆς ἐμῆς περὶ
115ψυχῆς, φρονήσατ᾽, κατὰ χθονὸς θεαί.
ὄναρ γὰρ ὑμᾶς νῦν Κλυταιμήστρα καλῶ.

Χορός

μυγμός.)

Κλυταιμήστρας Εἴδωλον

μύζοιτ᾽ ἄν, ἁνὴρ δ᾽ οἴχεται φεύγων πρόσω:
φίλοι γάρ εἰσιν οὐκ ἐμοῖς προσεικότες.

Χορός

120μυγμός.)

Κλυταιμήστρας Εἴδωλον

ἄγαν ὑπνώσσεις κοὐ κατοικτίζεις πάθος:
φονεὺς δ᾽ Ὀρέστης τῆσδε μητρὸς οἴχεται.

Χορός

ὠγμός.)

Κλυταιμήστρας Εἴδωλον

ᾤζεις, ὑπνώσσεις: οὐκ ἀναστήσῃ τάχος;
125τί σοι πέπρωται πρᾶγμα πλὴν τεύχειν κακά;

Χορός

ὠγμός.)

Κλυταιμήστρας Εἴδωλον

ὕπνος πόνος τε κύριοι συνωμόται
δεινῆς δρακαίνης ἐξεκήραναν μένος.

Χορός

μυγμὸς διπλοῦς ὀξύς.)
130λαβὲ λαβὲ λαβὲ λαβέ, φράζου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Commentary references to this page (1):
    • Walter Leaf, Commentary on the Iliad (1900), 10.98
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: