previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀπόλλων

ἔξω, κελεύω, τῶνδε δωμάτων τάχος
180χωρεῖτ᾽, ἀπαλλάσσεσθε μαντικῶν μυχῶν,
μὴ καὶ λαβοῦσα πτηνὸν ἀργηστὴν ὄφιν,
χρυσηλάτου θώμιγγος ἐξορμώμενον,
ἀνῇς ὑπ᾽ ἄλγους μέλαν᾽ ἀπ᾽ ἀνθρώπων ἀφρόν,
ἐμοῦσα θρόμβους οὓς ἀφείλκυσας φόνου.
185οὔτοι δόμοισι τοῖσδε χρίμπτεσθαι πρέπει:
ἀλλ᾽ οὗ καρανιστῆρες ὀφθαλμωρύχοι
δίκαι σφαγαί τε σπέρματός τ᾽ ἀποφθορᾷ
παίδων κακοῦται χλοῦνις, ἠδ᾽ ἀκρωνία,
λευσμός τε, καὶ μύζουσιν οἰκτισμὸν πολὺν
190ὑπὸ ῥάχιν παγέντες. ἆρ᾽ ἀκούετε
οἵας ἑορτῆς ἔστ᾽ ἀπόπτυστοι θεοῖς
στέργηθρ᾽ ἔχουσαι; πᾶς δ᾽ ὑφηγεῖται τρόπος
μορφῆς. λέοντος ἄντρον αἱματορρόφου
οἰκεῖν τοιαύτας εἰκός, οὐ χρηστηρίοις
195ἐν τοῖσδε πλησίοισι τρίβεσθαι μύσος.
χωρεῖτ᾽ ἄνευ βοτῆρος αἰπολούμεναι.
ποίμνης τοιαύτης δ᾽ οὔτις εὐφιλὴς θεῶν.

Χορός

ἄναξ Ἄπολλον, ἀντάκουσον ἐν μέρει.
αὐτὸς σὺ τούτων οὐ μεταίτιος πέλῃ,
200ἀλλ᾽ εἷς τὸ πᾶν ἔπραξας ὢν παναίτιος.

Ἀπόλλων

πῶς δή; τοσοῦτο μῆκος ἔκτεινον λόγου.

Χορός

ἔχρησας ὥστε τὸν ξένον μητροκτονεῖν.

Ἀπόλλων

ἔχρησα ποινὰς τοῦ πατρὸς πρᾶξαι. τί μήν ;

Χορός

κἄπειθ᾽ ὑπέστης αἵματος δέκτωρ νέου.

Ἀπόλλων

205καὶ προστραπέσθαι τούσδ᾽ ἐπέστελλον δόμους.

Χορός

καὶ τὰς προπομποὺς δῆτα τάσδε λοιδορεῖς;

Ἀπόλλων

οὐ γὰρ δόμοισι τοῖσδε πρόσφορον μολεῖν.

Χορός

ἀλλ᾽ ἔστιν ἡμῖν τοῦτο προστεταγμένον.

Ἀπόλλων

τίς ἥδε τιμή; κόμπασον γέρας καλόν.

Χορός

210τοὺς μητραλοίας ἐκ δόμων ἐλαύνομεν.

Ἀπόλλων

τί γὰρ γυναικὸς ἥτις ἄνδρα νοσφίσῃ;

Χορός

οὐκ ἂν γένοιθ᾽ ὅμαιμος αὐθέντης φόνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: