previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀπόλλων

κάρτ᾽ ἄτιμα καὶ παρ᾽ οὐδὲν εἰργάσω
Ἥρας τελείας καὶ Διὸς πιστώματα.
215Κύπρις δ᾽ ἄτιμος τῷδ᾽ ἀπέρριπται λόγῳ,
ὅθεν βροτοῖσι γίγνεται τὰ φίλτατα.
εὐνὴ γὰρ ἀνδρὶ καὶ γυναικὶ μόρσιμος
ὅρκου 'στὶ μείζων τῇ δίκῃ φρουρουμένη.
εἰ τοῖσιν οὖν κτείνουσιν ἀλλήλους χαλᾷς
220τὸ μὴ τίνεσθαι μηδ᾽ ἐποπτεύειν κότῳ,
οὔ φημ᾽ Ὀρέστην σ᾽ ἐνδίκως ἀνδρηλατεῖν.
τὰ μὲν γὰρ οἶδα κάρτα σ᾽ ἐνθυμουμένην,
τὰ δ᾽ ἐμφανῶς πράσσουσαν ἡσυχαιτέραν.
δίκας δὲ Παλλὰς τῶνδ᾽ ἐποπτεύσει θεά.

Χορός

225τὸν ἄνδρ᾽ ἐκεῖνον οὔ τι μὴ λίπω ποτέ.

Ἀπόλλων

σὺ δ᾽ οὖν δίωκε καὶ πόνον πλείω τίθου.

Χορός

τιμὰς σὺ μὴ σύντεμνε τὰς ἐμὰς λόγῳ.

Ἀπόλλων

οὐδ᾽ ἂν δεχοίμην ὥστ᾽ ἔχειν τιμὰς σέθεν.

Χορός

μέγας γὰρ ἔμπας πὰρ Διὸς θρόνοις λέγῃ.
230ἐγὼ δ᾽, ἄγει γὰρ αἷμα μητρῷον, δίκας
μέτειμι τόνδε φῶτα κἀκκυνηγετῶ.

Ἀπόλλων

ἐγὼ δ᾽ ἀρήξω τὸν ἱκέτην τε ῥύσομαι:
δεινὴ γὰρ ἐν βροτοῖσι κἀν θεοῖς πέλει
τοῦ προστροπαίου μῆνις, εἰ προδῶ σφ᾽ ἑκών.

Ὀρέστης

235ἄνασσ᾽ Ἀθάνα, Λοξίου κελεύμασιν
ἥκω, δέχου δὲ πρευμενῶς ἀλάστορα,
οὐ προστρόπαιον οὐδ᾽ ἀφοίβαντον χέρα,
ἀλλ᾽ ἀμβλὺς ἤδη προστετριμμένος τε πρὸς
ἄλλοισιν οἴκοις καὶ πορεύμασιν βροτῶν.
240ὅμοια χέρσον καὶ θάλασσαν ἐκπερῶν,
σῴζων ἐφετμὰς Λοξίου χρηστηρίους,
πρόσειμι δῶμα καὶ βρέτας τὸ σόν, θεά.
αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.

Χορός

εἶεν: τόδ᾽ ἐστὶ τἀνδρὸς ἐκφανὲς τέκμαρ.
245ἕπου δὲ μηνυτῆρος ἀφθέγκτου φραδαῖς.
τετραυματισμένον γὰρ ὡς κύων νεβρὸν
πρὸς αἷμα καὶ σταλαγμὸν ἐκματεύομεν.
πολλοῖς δὲ μόχθοις ἀνδροκμῆσι φυσιᾷ
σπλάγχνον: χθονὸς γὰρ πᾶς πεποίμανται τόπος,
250ὑπέρ τε πόντον ἀπτέροις ποτήμασιν
ἦλθον διώκουσ᾽, οὐδὲν ὑστέρα νεώς.
καὶ νῦν ὅδ᾽ ἐνθάδ᾽ ἐστί που καταπτακών.
ὀσμὴ βροτείων αἱμάτων με προσγελᾷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: