previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἀθηνᾶ

κήρυσσε, κῆρυξ, καὶ στρατὸν κατειργαθοῦ,
τ᾽ οὖν διάτορος Τυρσηνικὴ
σάλπιγξ, βροτείου πνεύματος πληρουμένη,
ὑπέρτονον γήρυμα φαινέτω στρατῷ.
570πληρουμένου γὰρ τοῦδε βουλευτηρίου
σιγᾶν ἀρήγει καὶ μαθεῖν θεσμοὺς ἐμοὺς
πόλιν τε πᾶσαν εἰς τὸν αἰανῆ χρόνον
καὶ τούσδ᾽ ὅπως ἂν εὖ καταγνωσθῇ δίκη.

Χορός

ἄναξ Ἄπολλον, ὧν ἔχεις αὐτὸς κράτει.
575τί τοῦδε σοὶ μέτεστι πράγματος λέγε.

Ἀπόλλων

καὶ μαρτυρήσων ἦλθονἔστι γὰρ νόμῳ
ἱκέτης ὅδ᾽ ἁνὴρ καὶ δόμων ἐφέστιος
ἐμῶν, φόνου δὲ τοῦδ᾽ ἐγὼ καθάρσιος
καὶ ξυνδικήσων αὐτός: αἰτίαν δ᾽ ἔχω
580τῆς τοῦδε μητρὸς τοῦ φόνου. σὺ δ᾽ εἴσαγε
ὅπως τ᾽ ἐπίστᾳ τήνδε κύρωσον δίκην.

Ἀθηνᾶ

ὑμῶν μῦθος, εἰσάγω δὲ τὴν δίκην:
γὰρ διώκων πρότερος ἐξ ἀρχῆς λέγων
γένοιτ᾽ ἂν ὀρθῶς πράγματος διδάσκαλος.

Χορος

585πολλαὶ μέν ἐσμεν, λέξομεν δὲ συντόμως.
ἔπος δ᾽ ἀμείβου πρὸς ἔπος ἐν μέρει τιθείς
τὴν μητέρ᾽ εἰπὲ πρῶτον εἰ κατέκτονας.

Ὀρέστης

ἔκτεινα: τούτου δ᾽ οὔτις ἄρνησις πέλει.

Χορός

ἓν μὲν τόδ᾽ ἤδη τῶν τριῶν παλαισμάτων.

Ὀρέστης

590οὐ κειμένῳ πω τόνδε κομπάζεις λόγον.

Χορός

εἰπεῖν γε μέντοι δεῖ σ᾽ ὅπως κατέκτανες.

Ὀρέστης

λέγω: ξιφουλκῷ χειρὶ πρὸς δέρην τεμών.

Χορός

πρὸς τοῦ δ᾽ ἐπείσθης καὶ τίνος βουλεύμασιν;

Ὀρέστης

τοῖς τοῦδε θεσφάτοισι: μαρτυρεῖ δέ μοι.

Χορός

595 μάντις ἐξηγεῖτό σοι μητροκτονεῖν;

Ὀρέστης

καὶ δεῦρό γ᾽ ἀεὶ τὴν τύχην οὐ μέμφομαι.

Χορός

ἀλλ᾽ εἴ σε μάρψει ψῆφος, ἄλλ᾽ ἐρεῖς τάχα.

Ὀρέστης

πέποιθ᾽. ἀρωγὰς δ᾽ ἐκ τάφου πέμψει πατήρ.

Χορός

νεκροῖσί νυν πέπισθι μητέρα κτανών.

Ὀρέστης

600δυοῖν γὰρ εἶχε προσβολὰς μιασμάτοιν.

Χορός

πῶς δή; δίδαξον τοὺς δικάζοντας τάδε.

Ὀρέστης

ἀνδροκτονοῦσα πατέρ᾽ ἐμὸν κατέκτανεν.

Χορός

τοιγὰρ σὺ μὲν ζῇς, δ᾽ ἐλευθέρα φόνῳ.

Ὀρέστης

τί δ᾽ οὐκ ἐκείνην ζῶσαν ἤλαυνες φυγῇ;

Χορός

605οὐκ ἦν ὅμαιμος φωτὸς ὃν κατέκτανεν.

Ὀρέστης

ἐγὼ δὲ μητρὸς τῆς ἐμῆς ἐν αἵματι;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1107
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: