previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Χορός

καὶ μὴν βαρεῖαν τήνδ᾽ ὁμιλίαν χθονὸς
ξύμβουλός εἰμι μηδαμῶς ἀτιμάσαι.

Ἀπόλλων

κἄγωγε χρησμοὺς τοὺς ἐμούς τε καὶ Διὸς
ταρβεῖν κελεύω μηδ᾽ ἀκαρπώτους κτίσαι.

Χορός

715ἀλλ᾽ αἱματηρὰ πράγματ᾽ οὐ λαχὼν σέβεις,
μαντεῖα δ᾽ οὐκέθ᾽ ἁγνὰ μαντεύσῃ νέμων.

Ἀπόλλων

καὶ πατήρ τι σφάλλεται βουλευμάτων
πρωτοκτόνοισι προστροπαῖς Ἰξίονος;

Χορός

λέγεις: ἐγὼ δὲ μὴ τυχοῦσα τῆς δίκης
720βαρεῖα χώρᾳ τῇδ᾽ ὁμιλήσω πάλιν.

Ἀπόλλων

ἀλλ᾽ ἔν τε τοῖς νέοισι καὶ παλαιτέροις
θεοῖς ἄτιμος εἶ σύ: νικήσω δ᾽ ἐγώ.

Χορός

τοιαῦτ᾽ ἔδρασας καὶ Φέρητος ἐν δόμοις:
Μοίρας ἔπεισας ἀφθίτους θεῖναι βροτούς.

Ἀπόλλων

725οὔκουν δίκαιον τὸν σέβοντ᾽ εὐεργετεῖν,
ἄλλως τε πάντως χὤτε δεόμενος τύχοι;

Χορός

σύ τοι παλαιὰς διανομὰς καταφθίσας
οἴνῳ παρηπάτησας ἀρχαίας θεάς.

Ἀπόλλων

σύ τοι τάχ᾽ οὐκ ἔχουσα τῆς δίκης τέλος
730ἐμῇ τὸν ἰὸν οὐδὲν ἐχθροῖσιν βαρύν.

Χορός

ἐπεὶ καθιππάζῃ με πρεσβῦτιν νέος,
δίκης γενέσθαι τῆσδ᾽ ἐπήκοος μένω,
ὡς ἀμφίβουλος οὖσα θυμοῦσθαι πόλει.

Ἀθηνᾶ

ἐμὸν τόδ᾽ ἔργον, λοισθίαν κρῖναι δίκην.
735ψῆφον δ᾽ Ὀρέστῃ τήνδ᾽ ἐγὼ προσθήσομαι.
μήτηρ γὰρ οὔτις ἐστὶν μ᾽ ἐγείνατο,
τὸ δ᾽ ἄρσεν αἰνῶ πάντα, πλὴν γάμου τυχεῖν,
ἅπαντι θυμῷ, κάρτα δ᾽ εἰμὶ τοῦ πατρός.
οὕτω γυναικὸς οὐ προτιμήσω μόρον
740ἄνδρα κτανούσης δωμάτων ἐπίσκοπον.
νικᾷ δ᾽ Ὀρέστης, κἂν ἰσόψηφος κριθῇ.

ἐκβάλλεθ᾽ ὡς τάχιστα τευχέων πάλους,
ὅσοις δικαστῶν τοῦτ᾽ ἐπέσταλται τέλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Cross-references to this page (1):
    • Raphael Kühner, Bernhard Gerth, Ausführliche Grammatik der griechischen Sprache, KG 3.2.3
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: