previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ὀρέστης

Φοῖβ᾽ Ἄπολλον, πῶς ἀγὼν κριθήσεται;

Χορός

745 Νὺξ μέλαινα μῆτερ, ἆρ᾽ ὁρᾷς τάδε;

Ὀρέστης

νῦν ἀγχόνης μοι τέρματ᾽, φάος βλέπειν.

Χορός

ἡμῖν γὰρ ἔρρειν, πρόσω τιμὰς νέμειν.

Ἀπόλλων

πεμπάζετ᾽ ὀρθῶς ἐκβολὰς ψήφων, ξένοι,
τὸ μὴ 'δικεῖν σέβοντες ἐν διαιρέσει.
750γνώμης δ᾽ ἀπούσης πῆμα γίγνεται μέγα,
βαλοῦσά τ᾽ οἶκον ψῆφος ὤρθωσεν μία.

Ἀθηνᾶ

ἀνὴρ ὅδ᾽ ἐκπέφευγεν αἵματος δίκην:
ἴσον γάρ ἐστι τἀρίθμημα τῶν πάλων.

Ὀρέστης

755 Παλλάς, σώσασα τοὺς ἐμοὺς δόμους.
γαίας πατρῴας ἐστερημένον σύ τοι
κατῴκισάς με: καί τις Ἑλλήνων ἐρεῖ,
Ἀργεῖος ἁνὴρ αὖθις ἔν τε χρήμασιν
οἰκεῖ πατρῴοις, Παλλάδος καὶ Λοξίου
ἕκατι, καὶ τοῦ πάντα κραίνοντος τρίτου
760σωτῆρος,’ ὃς πατρῷον αἰδεσθεὶς μόρον
σῴζει με, μητρὸς τάσδε συνδίκους ὁρῶν.

ἐγὼ δὲ χώρᾳ τῇδε καὶ τῷ σῷ στρατῷ
τὸ λοιπὸν εἰς ἅπαντα πλειστήρη χρόνον
ὁρκωμοτήσας νῦν ἄπειμι πρὸς δόμους,
765μήτοι τιν᾽ ἄνδρα δεῦρο πρυμνήτην χθονὸς
ἐλθόντ᾽ ἐποίσειν εὖ κεκασμένον δόρυ.
αὐτοὶ γὰρ ἡμεῖς ὄντες ἐν τάφοις τότε
τοῖς τἀμὰ παρβαίνουσι νῦν ὁρκώματα
ἀμηχάνοισι πράξομεν δυσπραξίαις,
770ὁδοὺς ἀθύμους καὶ παρόρνιθας πόρους
τιθέντες, ὡς αὐτοῖσι μεταμέλῃ πόνος:
ὀρθουμένων δέ, καὶ πόλιν τὴν Παλλάδος
τιμῶσιν αἰεὶ τήνδε συμμάχῳ δορί,
αὐτοῖσιν ἡμεῖς ἐσμεν εὐμενέστεροι.
775

καὶ χαῖρε, καὶ σὺ καὶ πολισσοῦχος λεώς:
πάλαισμ᾽ ἄφυκτον τοῖς ἐναντίοις ἔχοις,
σωτήριόν τε καὶ δορὸς νικηφόρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Commentary references to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1173
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: