previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀπόλλων

οὔτοι προδώσω: διὰ τέλους δέ σοι φύλαξ
65ἐγγὺς παρεστὼς καὶ πρόσω δ᾽ ἀποστατῶν
ἐχθροῖσι τοῖς σοῖς οὐ γενήσομαι πέπων.
καὶ νῦν ἁλούσας τάσδε τὰς μάργους ὁρᾷς:
ὕπνῳ πεσοῦσαι δ᾽ αἱ κατάπτυστοι κόραι,
γραῖαι παλαιαὶ παῖδες, αἷς οὐ μείγνυται
70θεῶν τις οὐδ᾽ ἄνθρωπος οὐδὲ θήρ ποτε.
κακῶν δ᾽ ἕκατι κἀγένοντ᾽, ἐπεὶ κακὸν
σκότον νέμονται Τάρταρόν θ᾽ ὑπὸ χθονός,
μισήματ᾽ ἀνδρῶν καὶ θεῶν Ὀλυμπίων.
ὅμως δὲ φεῦγε μηδὲ μαλθακὸς γένῃ.
75ἐλῶσι γάρ σε καὶ δι᾽ ἠπείρου μακρᾶς
βιβῶντ᾽ ἀν᾽ αἰεὶ τὴν πλανοστιβῆ χθόνα
ὑπέρ τε πόντον καὶ περιρρύτας πόλεις.
καὶ μὴ πρόκαμνε τόνδε βουκολούμενος
πόνον: μολὼν δὲ Παλλάδος ποτὶ πτόλιν
80ἵζου παλαιὸν ἄγκαθεν λαβὼν βρέτας.
κἀκεῖ δικαστὰς τῶνδε καὶ θελκτηρίους
μύθους ἔχοντες μηχανὰς εὑρήσομεν,
ὥστ᾽ ἐς τὸ πᾶν σε τῶνδ᾽ ἀπαλλάξαι πόνων:
καὶ γὰρ κτανεῖν σ᾽ ἔπεισα μητρῷον δέμας.

Ὀρέστης

85ἄναξ Ἄπολλον, οἶσθα μὲν τὸ μὴ 'δικεῖν:
ἐπεὶ δ᾽ ἐπίστᾳ, καὶ τὸ μὴ 'μελεῖν μάθε.
σθένος δὲ ποιεῖν εὖ φερέγγυον τὸ σόν.

Ἀπόλλων

μέμνησο, μὴ φόβος σε νικάτω φρένας.
σὺ δ᾽, αὐτάδελφον αἷμα καὶ κοινοῦ πατρός,
90Ἑρμῆ, φύλασσε: κάρτα δ᾽ ὢν ἐπώνυμος
πομπαῖος ἴσθι, τόνδε ποιμαίνων ἐμὸν
ἱκέτηνσέβει τοι Ζεὺς τόδ᾽ ἐκνόμων σέβας
ὁρμώμενον βροτοῖσιν εὐπόμπῳ τύχῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
  • Commentary references to this page (2):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1489
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Electra, 942
  • Cross-references in general dictionaries to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: