previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1214β] συμβάλλεσθαι φάσκοντες θάτερον θατέρου μᾶλλον εἰς αὐτήν, οἳ μὲν ὡς οὖσαν μεῖζον ἀγαθὸν τὴν φρόνησιν τῆς ἀρετῆς, οἳ δὲ ταύτης τὴν ἀρετήν, οἳ δ᾽ ἀμφοτέρων τούτων τὴν ἡδονήν. καὶ τοῖς μὲν ἐκ πάντων δοκεῖ τούτων, τοῖς δ᾽ [5] ἐκ δυοῖν, τοῖς δ᾽ ἐν ἑνί τινι τούτων εἶναι τὸ ζῆν εὐδαιμόνως.

περὶ δὴ τούτων ἐπιστήσαντας, ἅπαντα τὸν δυνάμενον ζῆν κατὰ τὴν αὑτοῦ προαίρεσιν θέσθαι τινὰ σκοπὸν τοῦ καλῶς ζῆν, ἤτοι τιμὴν δόξαν πλοῦτον παιδείαν, πρὸς ὃν ἀποβλέπων ποιήσεται πάσας τὰς πράξειςὡς τό γε [10] μὴ συντετάχθαι τὸν βίον πρός τι τέλος ἀφροσύνης πολλῆς σημεῖον ἐστίν), μάλιστα δὴ δεῖ πρῶτον ἐν αὑτῷ διορίσασθαι μήτε προπετῶς μήτε ῥαθύμως, ἐν τίνι τῶν ἡμετέρων τὸ ζῆν εὖ, καὶ τίνων ἄνευ τοῖς ἀνθρώποις οὐκ ἐνδέχεται τοῦθ᾽ ὑπάρχειν. οὐ γὰρ ταὐτόν, ὧν τ᾽ ἄνευ [15] οὐχ οἷόν τε ὑγιαίνειν, καὶ τὸ ὑγιαίνειν: ὁμοίως δ᾽ ἔχει τοῦτο καὶ ἐφ᾽ ἑτέρων πολλῶν, ὥστ᾽ οὐδὲ τὸ ζῆν καλῶς καὶ ὧν ἄνευ οὐ δυνατὸν ζῆν καλῶςἔστι δὲ τῶν τοιούτων τὰ μὲν οὐκ ἴδια τῆς ὑγιείας οὐδὲ τῆς ζωῆς ἀλλὰ κοινὰ πάντων ὡς εἰπεῖν, καὶ τῶν ἕξεων καὶ τῶν πράξεων, οἷον ἄνευ τοῦ [20] ἀναπνεῖν ἐγρηγορέναι κινήσεως μετέχειν οὐθὲν ἂν ὑπάρξειεν [21] ἡμῖν οὔτ᾽ ἀγαθὸν οὔτε κακόν, τὰ δ᾽ ἴδια μᾶλλον περὶ ἑκάστην φύσιν: δεῖ μὴ λανθάνειν: οὐ γὰρ ὁμοίως οἰκεῖον πρὸς εὐεξίαν τοῖς εἰρημένοις κρεωφαγία καὶ τῶν περιπάτων οἱ μετὰ δεῖπνον). ἔστι γὰρ ταῦτ᾽ αἴτια τῆς [25] ἀμφισβητήσεως περὶ τοῦ εὐδαιμονεῖν, τί ἐστι καὶ γίνεται διὰ τίνων: ὧν ἄνευ γὰρ οὐχ οἷόν τε εὐδαιμονεῖν, ἔνιοι μέρη τῆς εὐδαιμονίας εἶναι νομίζουσι.

πάσας μὲν οὖν τὰς δόξας ἐπισκοπεῖν, ὅσας ἔχουσί τινες περὶ αὐτῆς, περίεργονπολλὰ γὰρ φαίνεται καὶ τοῖς [30] παιδαρίοις καὶ τοῖς κάμνουσι καὶ παραφρονοῦσι, περὶ ὧν ἂν οὐθεὶς νοῦν ἔχων διαπορήσειεν: δέονται γὰρ οὐ λόγων, ἀλλ᾽ οἳ μὲν ἡλικίας ἐν μεταβαλοῦσιν, οἳ δὲ κολάσεως ἰατρικῆς πολιτικῆς: κόλασις γὰρ φαρμακεία τῶν πληγῶν οὐκ ἐλάττων ἐστίν), ὁμοίως δὲ ταύταις οὐδὲ τὰς τῶν πολλῶν ἐπισκεπτέονεἰκῇ γὰρ λέγουσι σχεδὸν περὶ ἁπάντων,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1981)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: