previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἷονπορευθεὶς καὶ διαλεχθείς”, “πορευθεὶς διελέχθην”. [7] καὶ τὸ Ἀντιμάχου χρήσιμον, ἐξ ὧν μὴ ἔχει λέγειν, ἐκεῖνος ποιεῖ ἐπὶ τοῦ Τευμησσοῦ, “ἔστι τις ἠνεμόεις ὀλίγος λόφος:

αὔξεται γὰρ οὕτως εἰς ἄπειρον. ἔστι δὲ τοῦτο καὶ ἐπὶ
ἀγαθῶν καὶ κακῶν, ὅπως οὐκ ἔχει, ὁποτέρως ἂν χρήσιμον, ὅθεν καὶ τὰ ὀνόματα οἱ ποιηταὶ φέρουσιν, τὸ ἄχορδον καὶ τὸ ἄλυρον μέλος: ἐκ τῶν στερήσεων γὰρ ἐπιφέρουσιν: εὐδοκιμεῖ γὰρ τοῦτο ἐν ταῖς μεταφοραῖς λεγόμενον ταῖς ἀνάλογον, οἷον τὸ φάναι τὴν σάλπιγγα ἱέναι μέλος ἄλυρον.
7.

τὸ δὲ πρέπον ἕξει λέξις, ἐὰν παθητική τε καὶ ἠθικὴ καὶ τοῖς ὑποκειμένοις πράγμασιν ἀνάλογον. [2] τὸ δ᾽ ἀνάλογόν ἐστιν ἐὰν μήτε περὶ εὐόγκων αὐτοκαβδάλως λέγηται μήτε περὶ εὐτελῶν σεμνῶς, μηδ᾽ ἐπὶ τῷ εὐτελεῖ ὀνόματι ἐπῇ κόσμος: εἰ δὲ μή, κωμῳδία φαίνεται, οἷον ποιεῖ
Κλεοφῶν: ὁμοίως γὰρ ἔνια ἔλεγε καὶ εἰ εἴπειεν ἂνπότνια συκῆ”. [3] παθητικὴ δέ, ἐὰν μὲν ὕβρις, ὀργιζομένου λέξις, ἐὰν δὲ ἀσεβῆ καὶ αἰσχρά, δυσχεραίνοντος καὶ εὐλαβουμένου καὶ λέγειν, ἐὰν δὲ ἐπαινετά, ἀγαμένως, ἐὰν δὲ ἐλεεινά, ταπεινῶς, καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως. [4] πιθανοῖ δὲ τὸ
πρᾶγμα καὶ οἰκεία λέξις: παραλογίζεταί τε γὰρ ψυχὴ ὡς ἀληθῶς λέγοντος, ὅτι ἐπὶ τοῖς τοιούτοις οὕτως ἔχουσιν, ὥστ᾽ οἴονται, εἰ καὶ μὴ οὕτως ἔχει ὡς λέγει λέγων, τὰ πράγματα οὕτως ἔχειν, καὶ συνομοπαθεῖ ἀκούων ἀεὶ τῷ παθητικῶς λέγοντι, κἂν μηθὲν λέγῃ. [5] διὸ πολλοὶ καταπλήττουσι
τοὺς ἀκροατὰς θορυβοῦντες. [6] καὶ ἠθικὴ δὲ αὕτη ἐκ τῶν σημείων δεῖξις, ὅτε ἀκολουθεῖ ἁρμόττουσα ἑκάστῳ γένει καὶ ἕξει. λέγω δὲ γένος μὲν καθ᾽ ἡλικίαν, οἷον παῖς ἀνὴρ γέρων, καὶ γυνὴ ἀνήρ, καὶ Λάκων Θετταλός, ἕξεις δέ, καθ᾽ ἃς ποιός τις τῷ βίῳ: οὐ γὰρ καθ᾽ ἅπασαν
ἕξιν οἱ βίοι ποιοί τινες. [7] ἐὰν οὖν καὶ τὰ ὀνόματα οἰκεῖα λέγῃ τῇ ἕξει, ποιήσει τὸ ἦθος: οὐ γὰρ ταὐτὰ οὐδ᾽ ὡσαύτως ἀγροῖκος ἂν καὶ πεπαιδευμένος εἴπειεν. πάσχουσι δέ τι οἱ ἀκροαταὶ καὶ κατακόρως χρῶνται οἱ λογογράφοι, “τίς δ᾽ οὐκ οἶδεν;”, “ἅπαντες ἴσασιν”: ὁμολογεῖ
γὰρ ἀκούων αἰσχυνόμενος, ὅπως μετέχῃ οὗπερ καὶ οἱ ἄλλοι πάντες. [8]

τὸ δ᾽ εὐκαίρως μὴ εὐκαίρως χρῆσθαι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: