previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὀλιγαρχίας Κσ᾽

δόξειεν δ᾽ ἂν εἶναι ὀλιγαρχία φιλαρχία τις ἰσχύος καὶ κέρδους γλιχομένη, δὲ ὀλιγαρχικὸς τοιοῦτός τις, οἷος [2] τοῦ δήμου βουλευομένου, τίνας τῷ ἄρχοντι προσαιρήσονται τῆς πομπῆς τοὺς συνεπιμελησομένους, παρελθὼν ἀποφήνασθαι, ὡς δεῖ αὐτοκράτορας τούτους εἶναι, κἂν ἄλλοι προβάλλωνται δέκα, λέγειν: 'ἱκανὸς εἷς ἐστι, τοῦτον δὲ ὅτι δεῖ ἄνδρα εἶναι᾽. καὶ τῶν Ὁμήρου ἐπῶν τοῦτο ἓν μόνον κατέχειν, ὅτι 'οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω᾽, τῶν δὲ [3] ἄλλων μηδὲν ἐπίστασθαι. ἀμέλει δὲ δεινὸς τοῖς τοιούτοις τῶν λόγων χρήσασθαι ὅτι 'δεῖ αὐτοὺς ἡμᾶς συνελθόντας περὶ τούτων βουλεύσασθαι καὶ ἐκ τοῦ ὄχλου καὶ τῆς ἀγορᾶς ἀπαλλαγῆναι καὶ παύσασθαι ἀρχαῖς πλησιάζοντας καὶ ὑπὸ τούτων αὐτοὺς ὑβριζομένους τιμωμένουσ᾽, καὶ ὅτι ' [4] τούτους δεῖ ἡμᾶς οἰκεῖν τὴν πόλιν᾽. καὶ τὸ μέσον δὲ τῆς ἡμέρας ἐξιὼν καὶ τὸ ἱμάτιον ἀναβεβλημένος καὶ μέσην κουρὰν κεκαρμένος καὶ ἀκριβῶς ἀπωνυχισμένος σοβεῖν τοὺς [5] τοιούτους λόγους τραγῳδῶν: 'διὰ τοὺς συκοφάντας οὐκ οἰκητόν ἐστιν ἐν τῇ πόλει᾽, καὶ ὡς 'ἐν τοῖς δικαστηρίοις δεινὰ πάσχομεν ὑπὸ τῶν δεκαζομένων᾽, καὶ ὡς 'θαυμάζω τῶν πρὸς τὰ κοινὰ προσιόντων τί βούλονται᾽, καὶ ὡς 'ἀχάριστόν ἐστι τὸ πλῆθος καὶ δοῦλον ἀεὶ τοῦ νέμοντος καὶ διδόντοσ᾽, καὶ ὡς αἰσχύνεται ἐν τῇ ἐκκλησίᾳ, ὅταν παρακαθῆταί [6] τις αὐτῷ λεπτὸς καὶ αὐχμῶν. καὶ εἰπεῖν: 'πότε παυσόμεθα ὑπὸ τῶν λῃτουργιῶν καὶ τῶν τριηραρχιῶν ἀπολλύμενοι; καὶ 'ὡς μισητὸν τὸ τῶν δημαγωγῶν γένος, τὸν Θησέα πρῶτον φήσας τῶν κακῶν τῇ πόλει γεγονέναι αἴτιον: τοῦτον γὰρ ἐκ δώδεκα πόλεων εἰς μίαν καταγαγόντα τὸν δῆμον αὐξῆσαι, ὥστε πάντων κρατῆσαι τοὺς πολλοὺς λυθείσης τῆς βασιλείας: καὶ δίκαια αὐτὸν παθεῖν: πρῶτον [7] γὰρ αὐτὸν ἀπολέσθαι ὑπ᾽ αὐτῶν᾽. καὶ τοιαῦτα ἕτερα πρὸς τοὺς ξένους καὶ τῶν πολιτῶν τοὺς ὁμοτρόπους καὶ ταὐτὰ προαιρουμένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in notes to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), PARAPRESBEIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: