previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[7]

εἶτ᾽ εἰς Πασαργάδας ἧκε: καὶ τοῦτο δ᾽ ἦν βασίλειον ἀρχαῖον. ἐνταῦθα δὲ καὶ τὸν Κύρου τάφον εἶδεν ἐν παραδείσῳ, πύργον οὐ μέγαν, τῷ δάσει τῶν δένδρων ἐναποκεκρυμμένον, κάτω μὲν στερεὸν ἄνω δὲ στέγην ἔχοντα καὶ σηκὸν στενὴν τελέως ἔχοντα τὴν εἴσοδον, δι᾽ ἧς παρελθεῖν εἴσω φησὶν Ἀριστόβουλος κελεύσαντος τοῦ βασιλέως καὶ κοσμῆσαι τὸν τάφον: ἰδεῖν δὲ κλίνην τε χρυσῆν καὶ τράπεζαν σὺν ἐκπώμασι καὶ πύελον χρυσῆν καὶ ἐσθῆτα πολλὴν κόσμον τε λιθοκόλλητον: κατὰ μὲν οὖν τὴν πρώτην ἐπιδημίαν ταῦτ᾽ ἰδεῖν, ὕστερον δὲ συληθῆναι, καὶ τὰ μὲν ἄλλα ἐκκομισθῆναι τὴν δὲ κλίνην θραυσθῆναι μόνον καὶ τὴν πύελον, μεταθέντων τὸν νεκρόν, δι᾽ οὗ δῆλον γενέσθαι διότι προνομευτῶν ἔργον ἦν, οὐχὶ τοῦ σατράπου, καταλιπόντων μὴ δυνατὸν ἦν ῥᾳδίως ἐκκομίσαι: συμβῆναι δὲ ταῦτα, καίπερ φυλακῆς περικειμένης Μάγων, [p. 1018] σίτισιν λαμβανόντων καθ᾽ ἡμέραν πρόβατον, διὰ μηνὸς δ᾽ ἵππον. ἀλλ᾽ ἐκτοπισμὸς τῆς Ἀλεξάνδρου στρατιᾶς εἰς Βάκτρα καὶ Ἰνδοὺς πολλά τε ἄλλα νεωτερισθῆναι παρεσκεύασε, καὶ δὴ καὶ τοῦθ᾽ ἓν τῶν νεωτερισθέντων ὑπῆρξεν. οὕτω μὲν οὖν Ἀριστόβουλος εἴρηκε, καὶ τὸ ἐπίγραμμα δὲ ἀπομνημονεύει τοῦτο ἄνθρωπε, ἐγὼ Κῦρός εἰμι, τὴν ἀρχὴν τοῖς Πέρσαις κτησάμενος καὶ τῆς Ἀσίας βασιλεύς: μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος.’ Ὀνησίκριτος δὲ τὸν μὲν πύργον δεκάστεγον εἴρηκε: καὶ ἐν μὲν τῇ ἀνωτάτω στέγῃ κεῖσθαι τὸν Κῦρον: ἐπίγραμμα δ᾽ εἶναι Ἑλληνικόν, Περσικοῖς κεχαραγμένον γράμμασινἐνθάδ᾽ ἐγὼ κεῖμαι Κῦρος βασιλεὺς βασιλήων.’ καὶ ἄλλο περσίζον πρὸς τὸν αὐτὸν νοῦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: