Ode 14
Κλεοπτολέμῳ Θεσσαλῷ
Ἵπποις Πετραῖα
εὖ μὲν εἱμάρθαι παρὰ δαί[μονος ἀν-θρώποις ἄριστον:
συμφορὰ δ᾽ ἐσθλόν τ᾽ ἀμαλδύ-
νει βαρύτλατος μολοῦσα:
5κἀγατ]ὸν ἰδ᾽ ὑψιφανῆ τε[ύ-
χει κ]ατορθωθεῖσα: τιμὰν
δ᾽ ἄλ]λος ἀλλοίαν ἔχει:
μυρί]αι δ᾽ ἀνδρῶν ἀρεταί, μία δ᾽ ἐ[κ
πασᾶ]ν πρόκειται,
10ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ-
ται δι]καίαισι φρένεσσιν.
οὔτ᾽ ἐ]ν βαρυπενθέσιν ἁρμό-
ζει μ]άχαις φόρμιγγος ὀμφὰ
καὶ λι]γυκλαγγεῖς χοροί,
15οὔτ᾽ ἐ]ν θαλίαις καναχὰ
χαλκ]όκτυπος: ἀλλ᾽ ἐφ᾽ ἑκάστῳ
καιρὸς] ἀνδρῶν ἔργματι κάλ-
λιστος: εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ.
Κλεοπτολέμῳ δὲ χάριν
20νῦν χρὴ Ποσειδᾶνός τε Πετραί-
ου τέμενος κελαδῆσαι,
Πυρρίχου τ᾽ εὔδοξον ἱππόν[ικον υἱόν,
ὃς φιλοξείνου τε καὶ ὀρθοδ[ίκου
1