previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χειμώνων. αἵ τε συνιστάμεναι κατὰ καιροὺς ἴριδες χειμῶνας μὲν ἐξ εὐδίας, εὐδίας δὲ ἐκ χειμώνων προσημαίνουσι: καὶ ὡς ἐπὶ πᾶν συνελόντι εἰπεῖν, αἱ καθ̓ ὅλου τοῦ ἀέρος ἐπιγινόμεναι ἰδιόχροοι φαντασίαι τὰ ὅμοια δηλοῦσι τοῖς ὑπὸ τῶν οἰκείων συμπτωμάτων κατὰ τὰ προδεδηλωμένα διὰ τῶν ἔμπροσθεν ἀποτελουμένοις. μὲν δὴ τῶν καθολικῶν ἐπίσκεψις, τῶν τε ὁλοσχερεστέρων θεωρουμένων καὶ τῶν ἐπὶ μέρους, μέχρι τοσούτων ἡμῖν κατὰ τὸ κεφαλαιῶδες ὑπομνηματίσθω. τῆς δὲ κατὰ τὸ γενεθλιαλογικὸν εἶδος προγνώσεως τὰς πραγματείας ἐν τοῖς ἑξῆς κατὰ τὴν προσήκουσαν ἀκολουθίαν ἐφοδεύσομεν.

[p. 220]


προοίμιον

Ἐφωδευμένης ἡμῖν ἐν τοῖς ἔμπροσθεν τῆς περὶ τὰ καθ̓ ὅλου συμπτώματα θεωρίας, ὡς προηγουμένης καὶ τὰ πολλὰ κατακρατεῖν δυναμένης τῶν περὶ ἕνα ἕκαστον τῶν ἀνθρώπων κατὰ τὸ ἴδιον τῆς φύσεως ἀποτελομένων, ὧν τὸ προγνωστικὸν μέρος

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: