previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτῶν τῶν ἀστέρων τὸν στοχασμὸν ποιούμενοι, καὶ πότερον ἐν μονοειδέσι τυγχάνουσι ζῳδίοις ἐν δισώμοις: ἐὰν δ̓ οἱ κακοποιοὶ καθυπερτερῶσιν αὐτῶν καὶ ἐναντιωθῶσι κατὰ διάμετρον, σπαναδελφίας εἰσὶ δηλωτικοί, μάλιστα δὲ κἂν τὸν ἥλιον συμπαραλαμβάνωσιν: εἰ δὲ καὶ ἐπὶ τῶν κέντρων ἐναντίωσις γένοιτο καὶ μάλιστα τοῦ ὡροσκοποῦντος, ἐπὶ μὲν Κρόνου καὶ πρωτοτόκοι πρωτοτρόφοι γίνονται, ἐπὶ δὲ Ἄρεως θανάτῳ τῶν λοιπῶν σπαναδελφοῦσιν. ἔτι μέντοι τῶν διδόντων ἀστέρων ἐὰν μὲν καλῶς κατὰ τὸ κοσμικὸν τυγχάνωσι διακείμενοι, εὐσχήμονας καὶ ἐνδόξους ἡγητέον τοῦς διδομένους ἀδελφούς: ἐὰν δὲ ἐναντίως, ταπεινοὺς καὶ ἀνεπιφάντους: ἐὰν δὲ καθυπερτερήσωσι τοὺς διδόντας ἐπενεχθῶσιν αὐτοῖς οἱ κακοποιοί, καὶ ὀλιγοχρονίους: δώσουσι δὲ τοὺς μὲν ἄρρενας οἱ κοσμικῶς ἠρρενωμένοι, τὰς δὲ θηλείας οἱ τεθηλυσμένοι, καὶ πάλιν τοὺς μὲν πρώτους οἱ ἀπηλιωτικώτεροι, τοὺς δὲ ὑστέρους οἱ λιβυκώτεροι. πρὸς δὲ τούτοις ἐὰν οἱ διδόντες τοὺς ἀδελφοὺς [p. 254] συμφώνως ἐσχηματισμένοι τυγχάνωσι τῷ κυριεύοντι τοῦ περὶ τῶν ἀδελφῶν δωδεκατημορίου, προσφιλεῖς ποιήσουσι τοὺς διδομένους ἀδελφούς: ἐὰν δὲ καὶ τῷ κλήρῳ τῆς τύχης, καὶ κοινοβίους: ἐὰν δὲ ἐν τοῖς ἀσυνδέτοις τύχωσιν κατὰ τὴν ἐναντίαν

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: