previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὢν τὴν μὲν μορφὴν μελίχροας ποιεῖ καὶ εὐεκτικοὺς καὶ μελανότριχας καὶ οὐλοκεφάλους καὶ δασυστέρνους καὶ μεσοφθάλμους καὶ συμμέτρους τοῖς μεγέθεσι, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ὑγρῷ καὶ ψυχρῷ: δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ μέλανας καὶ σπινώδεις καὶ μικροὺς καὶ ἁπλότριχας καὶ ὑποψίλους καὶ ὑπορρύθμους καὶ μελανοφθάλμους, τῇ δὲ κράσει τὸ μᾶλλον ἔχοντας ἐν τῷ ξηρῷ καὶ ψυχρῷ. δὲ τοῦ Διὸς οἰκοδεσποτήσας τοὺς προκειμένους τόπους ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκοὺς ἐπὶ τὸ εὔχρουν καὶ μεσότριχας καὶ μεγαλοφθάλμους καὶ εὐμεγέθεις καὶ ἀξιωματικούς, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ὑγρῷ. δυτικὸς δὲ ὑπάρχων τῇ μὲν χρόᾳ λευκοὺς μέν, οὐκ ἐπὶ τὸ εὔχρουν δὲ ὁμοίως: τετανότριχάς τε καὶ ἀναφαλάκρους καὶ μεσοφαλάκρους καὶ μετρίους τοῖς [p. 310] μεγέθεσι, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ ὑγρῷ. δὲ τοῦ Ἄρεως ὁμοίως ἀνατολικὸς τῇ μὲν μορφῇ ποιεῖ λευκερύθρους καὶ εὐμεγέθεις καὶ εὐέκτας καὶ γλαυκοφθάλμους καὶ δασεῖς καὶ μεσότριχας, τῇ δὲ κράσει τὸ πλέον ἔχοντας ἐν τῷ θερμῷ καὶ ξηρῷ. δυτικὸς δὲ ὑπάρχων τῇ μὲν μορφῇ ἐρυθροὺς ἁπλῶς καὶ μετρίους τοῖς μεγέθεσι καὶ μικροφθάλμους

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: