previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

43. ὅτι αἰτίαι ἐγένοντο τῆς πρὸς ἀλλήλους διαφορᾶς τοῖς μὲν Ῥωμαίοις ὅτι Καρχηδόνιοι τοῖς [p. 380] Ταραντίνοις ἐβοήθησαν, τοῖς δὲ Καρχηδονίοις ὅτι Ῥωμαῖοι φιλίαν τῷ Ἱέρωνι συνέθεντο. ἀλλὰ ταῦτα μέν, οἷά που πεφύκασιν οἱ τῷ μὲν ἔργῳ πλεονεκτεῖν 1 βουλόμενοι τὴν δὲ δόξαν αὐτοῦ αἰσχυνόμενοι, σκήψεις ἐποιοῦντο: δὲ ἀλήθεια [2] ἄλλως ἔχει. δυνάμενοι μὲν 2 γὰρ ἐκ πολλοῦ οἱ Καρχηδόνιοι, αὐξανόμενοι δὲ ἤδη οἱ Ῥωμαῖοι ἀλλήλους τε ὑφεωρῶντο, καὶ τὰ μὲν ἐπιθυμίᾳ τοῦ ἀεὶ πλείονος κατὰ τὸ τοῖς 3 πολλοῖς τῶν ἀνθρώπων, καὶ μάλισθ᾽ ὅταν εὖ πράττωσιν, ἔμφυτον, τὰ δὲ καὶ φόβῳ προήχθησαν ἐς τὸν πόλεμον, μίαν 4 καὶ τὴν αὐτὴν ἑκάτεροι τῶν οἰκείων σωτηρίαν ἀσφαλῆ τὸ τὰ τῶν ἑτέρων [3] προσκτήσασθαι νομίζοντες εἶναι: τά τε γὰρ ἄλλα καὶ χαλεπώτατον ἀδύνατόν τε ἦν δύο δήμους ἔν τε ἐλευθερίᾳ καὶ ἐν δυνάμει φρονήματί τε ὄντας, καὶ βραχύτατον ὡς 5 εἰπεῖν ταῖς τῆς ναυτιλίας ὀξύτησι διεστηκότας, ἄλλων μέν τινων ἄρχειν, ἀλλήλων δὲ ἀπέχεσθαι ἐθελῆσαι. τοιοῦτον κατὰ [p. 382] τύχην συμπεσὸν τάς τε σπονδάς σφων διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς συνέρρηξεν.” M. 111 (p. 178).[4] ὅτι τὸ ἀγώνισμα λόγῳ μὲν περὶ Μεσσήνης καὶ Σικελίας, ἔργῳ δὲ καὶ περὶ τῆς οἰκείας ἑκάτεροι ἐκεῖθεν ἤδη κινούμενον ᾐσθάνοντο, καὶ τὴν νῆσον, ἅτε ἐν μέσῳ σφῶν κειμένην, ἐπίβασιν τοῖς κρατήσασιν αὐτῆς ἐπὶ τοὺς ἑτέρους ἀσφαλῆ παρέξειν ἐνόμιζον.” M. 112 (p. 179).[p. 384] [5] ὅτι Γάιος Κλαύδιος ἐλθὼν ἐς ἐκκλησίαν ἄλλα τε ἐπαγωγὰ εἶπε καὶ ὅτι ἐπ᾽ ἐλευθερώσει τῆς πόλεως ἥκει, οὐ γὰρ δεῖσθαί γε Ῥωμαίους Μεσσήνης οὐδέν: καὶ ὅτι εὐθύς, ἐπειδὰν τὰ πράγματα αὐτῶν καταστήσῃ, ἀποπλευσεῖται. 6 κἀκ τούτου καὶ τοὺς Καρχηδονίους ἤτοι καὶ ἀποχωρῆσαι ἐκέλευσεν, , εἰ δή τι δίκαιον εἰπεῖν ἔχουσιν, ἐς [p. 386] [6] κρίσιν καταστῆναι. ὡς δ᾽ οὔτε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο καὶ οἱ Καρχηδόνιοι ἅτε καὶ βίᾳ τὴν πόλιν κατέχοντες βραχὺ αὐτοῦ ἐφρόντιζον, αὔταρκες ἔφη μαρτύριον τὴν σιωπὴν παρ᾽ ἀμφοτέρων ἔχειν, 7 τῶν μὲν ὅτι ἀδικοῖεν, δεδικαιολογῆσθαι γὰρ ἂν εἴπερ τι ὑγιὲς ἐφρόνουν, τῶν δὲ ὅτι τῆς ἐλευθερίας ἐπιθυμοῖεν: παρρησίᾳ γὰρ ἄν, εἴπερ τὰ τῶν Καρχηδονίων ᾑροῦντο, ἄλλως τε καὶ ἰσχύος αὐτῶν παρούσης κεχρῆσθαι. καὶ προσυπέσχετό σφισι βοηθήσειν καὶ διὰ τὸ γένος αὐτῶν τῆς Ἰταλίας ὂν καὶ διὰ τὴν αἴτησιν τῆς ἐπικουρίας ἣν ἐπεποίηντο.” M. 113 (p. 179).[p. 388] [7] ὅτι Γάιος Κλαύδιος τῶν τε τριήρων τινὰς ἀπέβαλε καὶ χαλεπῶς ἀπεσώθη: οὐ μέντοι παρὰ τοῦθ᾽ ἧττον οὔτε ἐκεῖνος οὔτε οἱ ἐν τῷ ἄστει Ῥωμαῖοι ἀντελάβοντο τῆς θαλάσσης, ὅτι πρῶτον πειρασάμενοι 8 αὐτῆς ἡττήθησαν, ὅπερ που φιλοῦσιν οἱ πρῶτόν τι ἐγχειρισάμενοι καὶ σφαλέντες ποιεῖν, πρὸς οἰωνοῦ τὸ πρόσθεν τιθέμενοι καὶ μηδ᾽ αὖθίς ποτε κατορθώσειν νομίζοντες: ἀλλὰ καὶ προθυμότερον αὐτῆς διά τε τἆλλα καὶ διὰ φιλοτιμίαν, ἵνα μὴ καὶ ὑπὸ τῆς συμφορᾶς ἀποτετράφθαι δόξωσι, μετεποιήσαντο.” M. 114 (p. 180).[8] ὅτι Ἄννων οὔτ᾽ ἄλλως ἐν 9 ἐλαφρῷ τὸν πόλεμον ποιούμενος, εἴ τε καὶ δέοι αὐτὸν γενέσθαι, τὴν γοῦν αἰτίαν τῆς διαλύσεως τῶν σπονδῶν ἐς ἐκεῖνον τρέψαι, μὴ κατάρχειν αὐτὸς 10 νομισθείη, θέλων, ἀπέπεμψε 11 αὐτῷ τὰς ναῦς καὶ [p. 390] τοὺς αἰχμαλώτους, πρός τε τὴν εἰρήνην προυκαλεῖτο, καὶ προσπαρῄνει οἱ μὴ πολυπραγμονεῖν τὴν θάλατταν.” M. 115 (p. 180).[9] ὅτι ἐπεὶ οὐδὲν ἐδέξατο, ἀπειλὴν ὑπέρφρονα καὶ νεμεσητὴν ἠπείλησεν: ἔφη τε γὰρ μηδ᾽ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ τοῖς Ῥωμαίοις ἐπιτρέψειν, καὶ μετὰ ταύτης ἀπέβαλε καὶ τὴν Μεσσήνην οὐ πολλῷ ὕστερον.” M. 116 (p. 180).[10] ὅτι Κλαύδιος καταλαβὼν τοὺς Μαμερτίνους ἐν τῷ λιμένι συνεστραμμένους, ἐκκλησίαν τε αὐτῶν ἐποίησε καὶ εἰπὼν 12 ὅτιοὐδὲν δέομαι τῶν ὅπλων, ἀλλ᾽ αὐτοῖς ὑμῖν διαγνῶναι πάντα ἐπιτρέπω,’ ἔπεισέ σφας μεταπέμψασθαι τὸν Ἄννωνα: μὴ βουληθέντος τε αὐτοῦ καταβῆναι πολὺς ἐνέκειτο κατατρέχων καὶ λέγων ὅτι, εἰ δή τι καὶ [p. 392] τὸ βραχύτατον δικαίωμα εἶχεν, πάντως ἂν ἐς λόγους οἱ ἀφίκετο καὶ οὐκ ἂν βίᾳ τὴν πόλιν κατεῖχεν.” M. 117 (p. 180).[32ξ] Δίων ια βιβλίῳσὺ μὲν καὶ τοῖς φίλοις τοῖς τι πλημμελήσασιν ἐπεξέρχῃ, ἐγὼ δὲ καὶ τοῖς ἐχθροῖς συγγιγνώσκω.’” Bekk. Anecd. p. 171, 29.[p. 394] [11] ὅτι ὕπατος Κλαύδιος τοῖς στρατιώταις 13 προσπαρῄνεσε θαρρεῖν μηδὲ ἐπὶ τῇ τοῦ χιλιάρχου ἥττῃ καταπεπλῆχθαι, διδάσκων αὐτοὺς ὅτι τε αἱ νῖκαι τοῖς ἄμεινον παρεσκευασμένοις γίγνοιντο καὶ ὅτι σφετέρα ἀρετὴ πολὺ τῆς τῶν ἐναντίων τέχνης προέχουσα εἴη: ἑαυτοὺς μὲν γὰρ τὴν ἐπιστήμην τῶν ναυτικῶν δι᾽ ὀλίγου προσλήψεσθαι, τοῖς δὲ δὴ Καρχηδονίοις μηδέποτε τὴν ἀνδρείαν ἐκ τοῦ ἴσου σφίσιν ὑπάρξειν ἔφη: τὸ μὲν γὰρ κτητὸν διὰ βραχέος τοῖς τὸν νοῦν αὐτῷ προσέχουσι καὶ καθαιρετὸν μελέτῃ εἶναι, τὸ δὲ εἰ μὴ φύσει τῳ προσείῃ, οὐκ ἂν διδαχῇ 14 πορισθῆναι.” M. 118 (p. 181).[p. 396] [12] ὅτι θαρσήσαντες οἱ 15 Λίβυες, ὡς 16 οὐ τῇ φύσει τοῦ χωρίου ἀλλὰ τῇ σφετέρᾳ ἀρετῇ κεκρατηκότες, ἐπέξοδον ἐποιήσαντο: δὲ Κλαύδιος οὕτως αὐτοὺς δεδιέναι ἐποίησεν ὡς μηδ᾽ ἔξω τοῦ 17 στρατοπέδου παρακῦψαι.” M. 119 (p. 181).[13] συμβαίνει γὰρ ὡς 18 πλήθει τοῖς μὲν ἐκ λογισμοῦ τι δεδιόσιν ὀρθοῦσθαι διὰ προφυλακὴν αὐτοῦ, τοῖς δ᾽ ἀπρονοήτως θρασυνομένοις φθείρεσθαι δι᾽ ἀφυλαξίαν.” Max. Conf. Flor. f. 165v (M. p. 539).[14] τὸ μὲν σωφρονοῦν καὶ κτᾶται τὰς νίκας καὶ γενομένας φυλάσσει, τὸ δ᾽ ἀσελγαῖνον οὔτε περιγίγνεταί τινος, κἂν ἄρα εὐτυχήσῃ ποτὲ ἔν τινι, ῥᾷστα αὐτὸ ἀπόλλυσι: κἂν μὲν διασώσῃ τι, χεῖρον ὑπ᾽ αὐτοῦ τοῦ παρὰ λόγον εὐπραγῆσαι γενόμενον, οὐχ ὅσον οὐκ ἐκείνου τι ὀνίναται, ἀλλὰ [15] καὶ αὐτὸ 19 προσδιαφθείρεται. καὶ γάρ πως πᾶν τὸ παρὰ λόγον θρασυνόμενον καὶ δεδιέναι ἀλόγως πέφυκεν: μὲν γὰρ λογισμὸς τήν τε γνώμην τῇ προνοίᾳ βεβαίαν καὶ τὴν ἐλπίδα πιστὴν ἐκ τοῦ ἐχεγγύου αὐτῆς ἔχων, οὔτε καταπτήσσειν τινὰ [p. 398] οὔθ᾽ 20 ὑπερφρονεῖν ἐᾷ: δ᾽ ἀλόγιστος ἐμπληξία πολλοὺς ἔν τε ταῖς εὐπραγίαις ἐξαίρει κἀν ταῖς συμφοραῖς ταπεινοῖ, οἷα μηδὲν ἕρμα 21 ἔχουσα, ἄλλ᾽ ἀεὶ τῷ συμπίπτοντι ἐξομοιουμένη.” Max. Conf. Flor. f. 165v (M. p. 539) and from kai\ ga/r pws§ 15᾿ μ. 120 ῾π. 181᾿. [p. 400] [p. 402] [p. 404] [p. 406] [16] ὅτι Ῥωμαῖοι καὶ Καρχηδόνιοι πρὸς ναυμαχίαν ἐλθόντες τῷ μὲν ἀριθμῷ τῶν νεῶν καὶ ταῖς προθυμίαις ἀντίρροποι ἦσαν, ἑκατέρωθεν 22 πρῶτόν τ᾽ ἐς ναυμαχίαν ἀπ᾽ ἀντιπάλου παρασκευῆς καθιστάμενοι, καὶ ἐλπίζοντες καὶ τὸν πάντα πόλεμον ὑπ᾽ αὐτῆς κριθήσεσθαι, τό τε ἆθλον τὴν Σικελίαν [p. 408] ἐν τοῖς ὀφθαλμοῖς ἔχοντες, καὶ περὶ δουλείας 23 καὶ περὶ ἀρχῆς, τῆς μὲν μὴ πειραθῆναι νικηθέντες 24 τὴν δὲ προσκτήσασθαι κρατήσαντες, ἀγωνιζόμενοι. [17] προέφερον δὲ οἱ μὲν τῇ ἐμπειρίᾳ τῶν τριηριτῶν ἅτε ἀπὸ παλαιοῦ ναυκρατοῦντες, οἱ δὲ τῇ τε ῥώμῃ τῶν ἐπιβατῶν καὶ ταῖς τόλμαις: ὅσῳ γὰρ ἀπειρότεροι τῶν ναυτικῶν ἦσαν, τόσῳ καὶ προπετέστερον καὶ θρασύτερον ἐμάχοντο. τὸ μὲν γὰρ ἐν πείρᾳ σφίσιν ὂν ἀκριβῶς πάντες ὡς εἰπεῖν ἐκλογίζονται, καὶ ὀκνοῦσιν, ἄν γε καὶ ταύτῃ σφᾶς γνώμη φέρῃ, τὸ δὲ ἀπείρατον 25 ἀλογίστως τε θαρσοῦσι καὶ ἐς χεῖρας ἐξ ἀπροβουλίας ἄγονται.” M. 121 (p. 181).[p. 410] [18] ὅτι ἡττηθέντων Καρχηδονίων κατὰ τὴν ναυμαχίαν ὑπὸ Ῥωμαίων ὀλίγου καὶ τὸν Ἀννίβαν ἀπέκτειναν ῾πᾶσί τε γὰρ ὡς εἰπεῖν τοῖς στρατεύματά ποι πέμπουσι πρόσεστι φύσει τῶν μὲν πλεονεξιῶν προσποιεῖσθαι, τὰς δὲ ἐλαττώσεις ἐς τοὺς στρατηγήσαντας ἀνωθεῖν, καὶ οἱ Καρχηδόνιοι προχειρότατα τοὺς πταίσαντάς τι ἐκόλαζον᾽, εἰ μὴ φοβηθεὶς εὐθὺς μετὰ τὴν ἧτταν ἐπερωτῶν αὐτούς, ὡς καὶ ἀκεραίων ἔτι τῶν πραγμάτων ὄντων, πότερον ναυμαχῆσαί οἱ κελεύουσιν μή, συνεπαινεσάντων αὐτῶν ὥσπερ που καὶ προσεδόκα, 26 ἅτε καὶ τοσοῦτον τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπε διὰ τῶν αὐτῶν ἀγγέλων ὅτιοὐδὲν ἄρα ἠδίκηκα ὅτι τὰ αὐτὰ ὑμῖν ἐλ- [p. 412] πίσας συνέβαλον: 27 τῆς γὰρ γνώμης, ἀλλ᾽ οὐ τῆς τύχης ἦν κύριος.’” M. 122 (p. 182).[p. 414] [p. 416] [p. 418] [32β] Δίωνος ιά βιβλίῳἐπειδὴ δὲ τε χειμὼν ἐπέμενε καὶ ὁμίχλη προσεγένετο, ἔσφηλε δι᾽ αὐτομόλων δή τινων τὸν Ἀννίβαν.’” Bekk. Anecd. p. 171, 26.[p. 420] [19] Ἀλλ᾽ ἐν τῷ ἴσῳ τὸ 28 τὴν οἰκείαν μὴ προέσθαι 29 καὶ τὸ τὴν ἀλλοτρίαν προσκτήσασθαι τιθέμενοι, θυμῷ καὶ ῥώμῃ ἠγωνίζοντο: τῶν γὰρ πολλῶν τὰ μὲν σφέτερα καὶ παρὰ δύναμιν περιστελλόντων, τῶν δὲ ἀλλοτρίων οὐκ ἐθελόντων μετὰ κινδύνων ἀντιποιεῖσθαι, ἐκεῖνοι ἐν τῷ ὁμοίῳ τό τε κεχειρωμένον καὶ τὸ προσδοκώμενον ποιούμενοι, πρὸς ἀμφότερα ὁμοίως ἔρρωντο. οἱ δὲ δὴ Ῥωμαῖοι ἄμεινον εἶναι νομίσαντες μηκέτι πόρρω τὸν πόλεμον ποιεῖσθαι, μηδὲ ἐν ταῖς νήσοις προκινδυνεύειν, ἀλλ᾽ ἐν τῇ οἰκείᾳ τῇ τῶν Καρχηδονίων ἀγωνίζεσθαι ῾πταίσαντες γὰρ οὐδενὸς στερήσεσθαι καὶ κρατήσαντες ἐν 30 ἐλπίσιν ἔσεσθαἰ, καὶ διὰ τοῦτ᾽ ἀκόλουθον τῇ διανοίᾳ σφῶν τὴν 31 παρασκευὴν ποιησάμενοι, ἐξεστράτευσαν ἐπὶ Καρχηδόνα. [p. 422] [20] ἡγοῦντο δὲ αὐτῶν τε Ῥήγουλος καὶ Λούκιος, ἀπ᾽ ἀρετῆς προκριθέντες: γὰρ Ῥήγουλος ἐν τοσαύτῃ πενίᾳ ἦν ὥστε μήτε τὴν ἀρχὴν ῥᾳδίως ἐθελῆσαι δι᾽ αὐτὴν ὑποστῆναι, καὶ τῇ γυναικὶ τοῖς τε παισὶν αὐτοῦ τὴν τροφὴν ἐκ τοῦ δημοσίου δίδοσθαι ψηφισθῆναι.” M. 123 (p. 183) (a)ll' e)nτῷ ἴσῳἐξεστράτευσαν᾽ ανδ ϝ. 28 ῾π. 593᾿ ῾ὅτι οἱ Ῥωμαῖοι ἐστράτευσαν ἀκόλουθονψηφισθῆναι, ομ. ἐξεστράτευσαν᾽. [21] ὅτι Ἄννωνα πρὸς Ῥωμαίους λόγῳ μὲν ὑπὲρ εἰρήνης, ἔργῳ δὲ τριβῆς ἕνεκα ἔπεμψεν Ἀμίλκας: καὶ ὃς ἐπιβοώντων τινῶν συλλαβεῖν αὐτόν, ὅτι Καρχηδόνιοι τὸν Κορνήλιον ἀπάτῃ ... 32M. 124 (p. 183).[p. 424] [p. 426] [22] Οτι οἱ Καρχηδόνιοι φοβηθέντες μὴ ἁλῶσι, προεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὅπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραχρῆμα δεινὸν ὑπεκφύγωσιν. ἐπειδή τε οὐκ ἠθέ- [p. 428] λησαν Σικελίας τε πάσης καὶ Σαρδοῦς ἀποστῆναι, καὶ τοὺς μὲν τῶν Ῥωμαίων αἰχμαλώτους προῖκα ἀφεῖναι τοὺς δὲ σφετέρους λύσασθαι, τά τε δαπανηθέντα τοῖς Ῥωμαίοις ἐς τὸν πόλεμον πάντα διαλῦσαι καὶ χωρὶς ἄλλα καθ᾽ ἕκαστον ἔτος συντελεῖν [23] οὐδὲν ἤνυσαν. πρὸς γὰρ δὴ τοῖς εἰρημένοις καὶ ἐκεῖνα αὐτοὺς ἐλύπει, ὅτι μήτε πολεμεῖν 33 μήτε συμβαίνειν ἄνευ τῶν Ῥωμαίων, καὶ αὐτοὶ μὲν μὴ πλείοσι μιᾶς ναυσὶ μακραῖς χρῆσθαι, ἐκείνοις δὲ πεντήκοντα τριήρεσιν ἐπικουρεῖν ὁσάκις ἂν ἐπαγγελθῇ σφισιν, ἄλλα τέ τινα οὐκ ἐκ τοῦ ὁμοίου ποιεῖν ἐκελεύοντο. ἐξ οὖν τούτων ἅλωσίν σφων ἀκριβῆ τὰς σπονδὰς νομίσαντες ἔσεσθαι, πολεμεῖν αὐτοῖς μᾶλλον εἵλοντο.” UG 4 (p. 376).[p. 430] [p. 432] [p. 434] [29α] Δίων ια βιβλίῳοἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν ἀναπλεούσας οἴκαδε τηρήσαντες, συχνὰς χρημάτων γεμούσας εἷλον.’” Bekk. Anecd. p. 131, 12.[p. 436] [p. 438] [p. 440] 29β. Δίωνος ια βιβλίῳτὸν δῆμον ἐδείπνισεν.’ βεκκ. ανεξδ. π. 133, 24. 26. ὅτι φασὶ Καρχηδονίους ἐπικηρυκεύσασθαι τοῖς Ῥωμαίοις διά τε τἆλλα καὶ διὰ τὸ πλῆθος τῶν αἰχμαλώτων, μάλιστα μὲν εἴ πως καὶ τὴν εἰρήνην ἐπὶ μετρίοις τισὶ ποιήσαιντο, εἰ δὲ μή, ἵνα τούς γε ἑαλωκότας κομίσαιντο. φασὶ δὲ καὶ τὸν Ῥήγουλον ἐν τοῖς πρέσβεσι πεμφθῆναι διά τε τὸ ἀξίωμα αὐτοῦ καὶ τὴν ἀρετήν: ὑπέλαβον γὰρ πᾶν ὁτιοῦν τοὺς Ῥωμαίους ἐπὶ τῷ κομίσασθαι αὐτὸν πρᾶξαι, 34 ὥστε καὶ μόνον ἀντὶ τῆς εἰρήνης πάν- [p. 442] τως γε ἀντὶ τῶν αἰχμαλώτων ἀνταποδοθῆναι. 27. ὥρκωσάν τε οὖν αὐτὸν πίστεσι 35 μεγάλαις μὴν ἐπανήξειν, ἂν 36 μηδέτερον αὐτῶν 37 διαπράξηται, καὶ πρεσβευτὴν μεθ᾽ ἑτέρων ἔστειλαν. καὶ ὃς τά τε ἄλλα καθάπερ τις Καρχηδόνιος ἀλλ᾽ οὐ Ῥωμαῖος ὢν ἔπραττε, καὶ οὔτε τὴν γυναῖκα ἐς λόγους ἐδέξατο, οὔτε ἐς τὴν πόλιν καίπερ ἐσκληθεὶς 38 ἐσῆλθεν, ἀλλ᾽ ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὥσπερ τοῖς τῶν πολεμίων πρέσβεσιν ἔθος εἶχον χρηματίζειν, τήν τε πρόσοδον μετὰ τῶν ἄλλων, ὥς γε καὶ λόγος ἔχει, ᾐτήσατο, ... υγ 5 ῾π. 377᾿. 30. Δίων ια βιβλίῳοὐ πρότερον αὐτοῖς ἐπείσθη Ῥήγουλος πρὶν Καρχηδονίους οἱ ἐπιτρέψαι.’” Bekk. Anecd. p. 140, 20.[p. 444] [32α] Δίωνος ια βιβλίῳἄλλος ἄν τις, 39 παραμυθήσασθαι τὴν καθ᾽ ἑαυτὸν συμφορὰν ἐθελήσας, ἐξῆρεν ἄν τὰ τῶν πολεμίων.’” Bekk. Anecd. 165, 30.[32δ] Δίωνος ιβ βιβλίῳἐκεῖνο 40 μὲν γὰρ ἀπαλλοτριωθῆναι ὑμῶν τρόπον τινὰ ἠδυνήθη.’ 41Ib. p. 124, 4.[32ε] Δίωνος ιβ βιβλίῳτεθνᾶσι δὲ οἱ μέν, οἱ δὲ ἑαλώκασιν οἵ γε καὶ λόγου τινὸς ἄξιοι.’” Ib. p. 133, 25.[p. 446] 31. Δίων ια βιβλίῳοὔτε γὰρ πρὸς ἐμοῦ οὔτε πρὸς ἄλλου ἀνδρὸς ἀγαθοῦ οὐδενός ἐστι προέσθαι 42 τι τῶν κοινῇ συμφερόντων.’” Bekk. Anecd. p. 165, 23.[p. 448]

1 pleonektei=n Bs., plei=on e)kei/nou Ms.

2 me\n supplied by Bk.

3 toi=s supplied by v. Hers.

4 mi/an supplied by Bk. from Zon.

5 w(s supplied by Bk.

6 a)popleusei=tai Bk., a)popleu%5sqai Ms.

7 th\n siwph\n ... e)/xein Bk., h( siwph\ ... e)/xei Ms.

8 peirasa/menoi v. Hers., ... menoi Ms.

9 e)n Bs., e)p' Ms.

10 au)to\s v. Hers., au)th=s Ms.

11 a)pe/pemye Bk., prose/pemye Ms.

12 ei)pw\n Gros, ei)=pen Ms.

13 toi=s stratiw/tais Bk., tou\s stratiw/tas Ms.

14 didaxh=| Mai, didaxqh= Ms.

15 oi( Mai, h Ms.

16 w(s supplied by Bk.

17 e)/cw tou= Bs., e)/c. tou= Ms.

18 w(s Bs., w(s e)pi\ Mss.

19 au)to\ Bs., au)tw=| Mss.

20 ou)/q' Mai, ou)d' Mss.

21 e(/rma Bk., e)/ruma Mss.

22 e(kate/rwqen Bs., u(/steron de\ Ms.

23 doulei/as Mai, dou/lwn Ms.

24 nikhqe/ntes Mai, nikh%5tes Ms.

25 a)pei/raton Bk., a)peiro/taton Ms.

26 prosedo/ka, a(/te Kuiper, prosedoka/to Ms.

27 sune/balon Gros, sune/ballon Ms.

28 to\ supplied by Bk.

29 proe/sqai Gros, prose/sqai Ms.

30 e)n Bs., ou)k e)n Ms.

31 th\n supplied by Val.

32 Four pages are here lost from the Ms.

33 polemei=n Reim., polemei=n te/ (to\ A) Mss.

34 pra=cai Rk., e)lpi/sai sfa=s pra=cai Mss.

35 pi/stesi Reim., pi/stesi/ te (te kai\ B) Mss.

36 a)\n Bk., a)\n de\ Mss.

37 mhde/teron au)tw=n Urs., mhde\n e(/teron au)to\n Mss.

38 e)sklqhei\s Bs., e)kblhqei\s Mss.

39 a)/llos a)/n tis Bk., a)/llo g' a)/n ti Ms.

40 e)kei=no de Boer, e)kei=nos Ms.

41 h)dunh/qh Bk., h(dunqh=nai Ms.

42 e)sti proe/sqai Bk., e)piproe/sqai Ms.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: