previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

16. καὶ θαυμάσῃ μηδεὶς ὅτι στρατηγικώτατος 1 ἀνδρῶν Λούκουλλος γενόμενος, καὶ πρῶτός τε Ῥωμαίων τὸν Ταῦρον σύν τε στρατῷ καὶ ἐπὶ πολέμῳ διαβάς, καὶ δύο βασιλέας οὐκ ἀσθενεῖς [p. 24] ἐπικρατήσας, ἑλών τ᾽ ἂν εἴπερ ταχέως διαπολεμῆσαι ἐβεβούλητο, οὐκ ἐδύνατο τῶν συστρατευομένων οἱ ἄρχειν, ἀλλ᾽ ἀεί τε ἐστασίαζον καὶ τέλος [2] ἐγκατέλιπον αὐτόν. πολλά τε γάρ σφισι προσέταττε, καὶ δυσπρόσοδος ἀκριβής τε ἐν ταῖς τῶν ἔργων ἀπαιτήσεσι καὶ ἀπαραίτητος ἐν ταῖς τιμωρίαις ὢν οὐκ ἠπίστατο οὔτε λόγῳ τινὰ 2 προσαγαγέσθαι οὔτε ἐπιεικείᾳ ἀναρτήσασθαι, οὐ τιμαῖς, 3 οὐ χρημάτων μεταδόσει προσεταιρίσασθαι, ὧν πάντων ἄλλως τε καὶ ἐν πλήθει, καὶ μάλιστα [3] στρατευομένῳ, δεῖ. καὶ διὰ τοῦθ᾽ οἱ στρατιῶται, ἕως μὲν εὖ τε ἐφέροντο καὶ τὰς ἁρπαγὰς: ἀνταξίας τῶν κινδύνων εἶχον, ἠκροῶντο αὐτοῦ, ἐπεὶ δὲ ἔπταισαν καὶ ἐς φόβον ἀντὶ τῶν ἐλπίδων ἀντικατέστησαν, οὐδὲν ἔτι προετίμησαν. τεκμήριον δὲ ὅτι τοὺς αὐτοὺς τούτους Πομπήιος λαβών ῾καὶ γὰρ τοὺς Οὐαλεριείους αὖθις κατελέξατὀ οὐδ᾽ ὁπωσοῦν στασιάζοντας ἔσχε. τοσοῦτον ἀνὴρ ἀνδρὸς διαφέρει.

1 strathgikw/tatos Leuncl. from Xiph., strathgikw/teros *wP.

2 tina\ Oddey, tini\ *wP.

3 timai=s Rk., timh=s *wP.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: