previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

39. τούτων δὲ οὕτω πραττομένων Γανυμήδης τις εὐνοῦχος τὴν Ἀρσινόην οὐ πάνυ φρουρουμένην ἐς τοὺς Αἰγυπτίους ὑπεξήγαγε: καὶ ταύτην ἐκεῖνοι βασιλίδα ἀποδείξαντες προθυμότερον τοῦ πολέμου, ὡς καὶ προστάτιν τινὰ ἐκ τοῦ τῶν Πτολεμαίων [2] γένους ἔχοντες, ἀντελάβοντο. οὖν [p. 176] Καῖσαρ φοβηθεὶς μὴ καὶ Ποθεινὸς τὸν Πτολεμαῖον ἐκκλέψῃ, τὸν μὲν ἀπέκτεινε, τὸν δὲ οὐκέτ᾽ ἐπικρυπτόμενος ἀκριβῶς ἐφρούρει. παροξυνθέντων δὲ καὶ ἐπὶ τούτοις τῶν Αἰγυπτίων, καὶ ἐκείνοις μὲν πλειόνων ἀεὶ προσγιγνομένων, τοῖς δὲ δὴ Ῥωμαίοις μηδέπω τῶν στρατιωτῶν ἐκ τῆς Συρίας παρόντων, ἐς φιλίαν αὐτοὺς [3] ὑπαγαγέσθαι ἠθέλησε, καὶ τὸν Πτολεμαῖον ἀναβιβάσας που, ὅθεν ἐξακουσθήσεσθαι ἔμελλεν, εἰπεῖν σφισιν ἐκέλευσεν ὅτι οὔτε τι κακὸν ἔχοι οὔτε πολεμεῖν δέοιτο: πρός τε τὰς σπονδὰς αὐτοὺς παρεκάλει, καὶ προσυπισχνεῖτο διαπράξειν [4] αὐτάς. καὶ εἴγε ἑκὼν ταῦτα οὕτω διείλεκτο, ἔπεισεν ἄν σφας καταλύσασθαι: νῦν δ᾽ ὑποτοπήσαντες αὐτὰ ὑπὸ τοῦ Καίσαρος κατεσκευάσθαι οὐκ ἐνέδοσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: